Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τυτθὰ βορῆς ὤρεξε νοσήλια, μέχρις ἅπασαν
  2. ἄτην γυιοβόρους τε δύας ὀδύνας τε καθήρῃ·
  3. ὣς οἵγʼ ἀρτιφύτοισιν ἀναΐσσουσιν ἐλύτροις
  4. δειδιότες νούσοιο κακὰς ὑπὸ κῆρας ἀλύξαι.
  5. ἄλλοι δʼ ἑρπυστῆρες ἁλὸς ναίουσιν ἐναύλους,
  6. πουλύποδες σκολιοὶ καὶ κορδύλος ἠδʼ ἁλιεῦσιν
  7. ἐχθομένη σκολόπενδρα καὶ ὀσμύλος· οἱ δὲ καὶ αὐτοὶ
  8. ἀμφίβιοι· καί πού τις ἀνὴρ ἴδεν ἀγροιώτης
  9. γηπόνος, ἀγχιάλοισι φυτηκομίῃσι μεμηλώς,
  10. ὀσμύλον εὐκάρποις ἢ πούλυπον ἀμφὶ κράδῃσι
  11. πλεγνύμενον γλυκερόν τε φυτῶν ἀπὸ καρπὸν ἔδοντα.
  12. τοῖς δὲ μεθʼ ἑρπυστῆρσιν ἴσον λάχεν οἶμα δολόφρων
  13. σηπίη· ἄλλα δὲ φῦλα μετʼ οἴδμασιν ὀστρακόρινα,
  14. πολλὰ μὲν πέτρῃσι, τὰ δʼ ἐν ψαμάθοισι νέμονται,
  15. νηρῖται στρόμβων τε γένος καὶ πορφύραι αὐταὶ
  16. κήρυκές τε μύες τε καὶ ἀτρεκὲς οὔνομα σωλὴν
  17. ὄστρεά θʼ ἑρσήεντα καὶ ὀκριόεντες ἐχῖνοι·
  18. τοὺς εἴ τις καὶ τυτθὰ διατμήξας ἐνὶ πόντῳ
  19. ῥίψῃ, συμφυέες τε παλίνζωοί τε νέμονται.
  20. Καρκινάσιν δʼ αὐταῖς μὲν ἐπʼ ὄστρακον οὔτι πέφυκεν