Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ναίει μὲν ψαμάθοις, ἀνὰ δʼ ἔρχεται ἄκρον ἐς ὕδωρ
  2. πρηνής, ὄφρα κε μή μιν ἐνιπλήσειε θάλασσα·
  3. ἀλλʼ ὅτʼ ἀναπλώσῃ ῥοθίων ὕπερ Ἀμφιτρίτης,
  4. αἶψα μεταστρεφθεὶς ναυτίλλεται, ὥστʼ ἀκάτοιο
  5. ἴδρις ἀνήρ· δοιοὺς μὲν ἄνω πόδας ὥστε κάλωας
  6. ἀντανύει, μέσσος δὲ διαρρέει ἠΰτε λαῖφος
  7. λεπτὸς ὑμήν, ἀνέμῳ τε τιταίνεται· αὐτὰρ ἔνερθε
  8. δοιοὶ ἁλὸς ψαύοντες, ἐοικότες οἰήκεσσι,
  9. πομποί τʼ ἰθύνουσι δόμον καὶ νῆα καὶ ἰχθύν.
  10. ἀλλʼ ὅτε ταρβήσῃ σχεδόθεν κακόν, οὐκέτʼ ἀήταις
  11. φεύγει ἐπιτρέψας, σὺν δʼ ἔσπασε πάντα χαλινά,
  12. ἱστία τʼ οἴηκάς τε, τὸ δʼ ἀθρόον ἔνδον ἔδεκτο
  13. κῦμα βαρυνόμενός τε καθέλκεται ὕδατος ὁρμῇ.
  14. ὦ πόποι, ὃς πρώτιστος ὄχους ἁλὸς εὕρατο νῆας,
  15. εἴτʼ οὖν ἀθανάτων τις ἐπεφράσατʼ εἴτε τις ἀνὴρ
  16. τολμήεις πρώτιστος ἐπεύξατο κῦμα περῆσαι,
  17. ἦ που κεῖνον ἰδὼν πλόον ἰχθύος εἴκελον ἔργον
  18. δουροπαγὲς τόρνωσε, τὰ μὲν πνοιῇσι πετάσσας
  19. ἐκ προτόνων, τὰ δʼ ὄπισθε χαλινωτήρια νηῶν.
  20. κήτεα δʼ ὀβριμόγυια, πελώρια, θαύματα πόντου,