Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καρίδων τε νομαὶ καὶ ἀναιδέα φῦλα παγούρων,
  2. οἵτε καὶ ἀμφιβίοις ἐναρίθμιον αἶσαν ἔχουσι.
  3. πάντες δʼ οἷσί τε κῶλον ὑπʼ ὀστράκῳ ἐστήρικται,
  4. ὄστρακον ἐκδύνουσι γεραίτερον, ἄλλο δʼ ἔνερθε
  5. σαρκὸς ὑπὲκ νεάτης ἀνατέλλεται· οἱ δὲ πάγουροι,
  6. ἡνίκα ῥηγνυμένοιο βίην φράσσωνται ἐλύτρου,
  7. πάντῃ μαιμώωσιν ἐδητύος ἰσχανόωντες,
  8. ῥηϊτέρη ῥινοῖο διάκρισις ὄφρα γένηται
  9. πλησαμένων· εὖτʼ ἄν δὲ διατμαγὲν ἕρκος ὀλίσθῃ,
  10. οἱ δʼ ἦτοι πρῶτον μὲν ἐπὶ ψαμάθοισι τέτανται
  11. αὔτως, οὔτε βορῆς μεμνημένοι οὔτε τευ ἄλλου,
  12. ἐλπόμενοι φθιμένοισι μετέμμεναι οὐδʼ ἔτι θερμὸν
  13. ἐμπνείειν, ῥινῷ δὲ περιτρομέουσιν ἀραιῇ
  14. ἀρτιφύτῳ· μετὰ δʼ αὖτις ἀγειρόμενοι νόον ἤδη
  15. βαιὸν θαρσήσαντες ἀπὸ ψαμάθοιο πάσαντο·
  16. τόφρα δὲ θυμὸν ἔχουσιν ἀμήχανον ἀδρανέοντες,
  17. ὄφρα περὶ μελέεσσι νέον σκέπας ἀμφιπαγείη.
  18. ὡς δέ τις ἰητὴρ νουσαχθέα φῶτα κομίζων
  19. ἤμασι μὲν πρώτοισι βορῆς ἀπόπαστον ἐρύκει,
  20. πήματος ἀμβλύνων μαλερὸν σθένος, αὐτὰρ ἔπειτα