Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. κάραβος ὀξυπαγὴς ἠδʼ ἀστακός· οἱ δὲ καὶ ἄμφω
  2. πέτραις ἐνναίουσι καὶ ἐν πέτρῃσι νέμονται.
  3. ἄστακος αὖ πέρι δή τι καὶ οὐ φατὸν οἷον ἔρωτα
  4. οἰκείης θαλάμης κεύθει φρεσίν, οὐδέ ποτʼ αὐτῆς
  5. λείπεθʼ ἑκών, ἀλλʼ εἴ μιν ἀναγκαίῃ τις ἐρύσσας
  6. τῆλε φέρων ἑτέρωσε πάλιν πόντονδε μεθείη,
  7. αὐτὰρ ὅγʼ οὐ μετὰ δηρὸν ἑὴν νόστησε χαράδρην
  8. σπεύδων, οὐδʼ ἐθέλει ξεῖνον μυχὸν ἄλλον ἑλέσθαι,
  9. οὐδʼ ἑτέρης πέτρης ἐπιβάλλεται, ἀλλὰ διώκει
  10. καὶ δόμον ὃν κατέλειπε καὶ ἤθεα καὶ νομὸν ἅλμης
  11. κείνης ἥ μιν ἔφερβε καὶ οὐκ ἤχθηρε θάλασσαν,
  12. τῆς μιν ἀπεξείνωσαν ἁλίπλοοι ἀγρευτῆρες.
  13. ὣς ἄρα καὶ πλωτοῖσιν ἑὸς δόμος ἠδὲ θάλασσα
  14. πατρῴη καὶ χῶρος ἐφέστιος, ἔνθʼ ἐγένοντο,
  15. στάζει ἐνὶ κραδίῃ γλυκερὸν γάνος, οὐδʼ ἄρα μούνοις
  16. πατρὶς ἐφημερίοισι πέλει γλυκερώτατον ἄλλων·
  17. οὐδʼ ἀλεγεινότερον καὶ κύντερον, ὅς κεν ἀνάγκῃ
  18. φυξίπολιν πάτρης τελέσῃ βίον ἀλγινόεντα,
  19. ξεῖνος ἐν ἀλλοδαποῖσιν ἀτιμίης ζυγὸν ἕλκων.
  20. ἐν κείνῃ γενεῇ καὶ καρκίνοι εἰσὶν ἀλῆται