Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀμφιπαγεῖσʼ ἀέκουσα μένει θρασὺν ἀγρευτῆρα·
  2. τοίην νηΐ πέδην περιβάλλεται αἰόλος ἰχθὺς
  3. ἀντιάσας· τοίων δὲ φερωνυμίην λάχεν ἔργων.
  4. Χαλκίδες αὖ θρίσσαι τε καὶ ἀβραμίδες φορέονται
  5. ἀθρόαι, ἄλλοτε δʼ ἄλλον ἁλὸς πόρον, ἢ περὶ πέτρας
  6. ἢ πελάγη, δολιχοῖσί τʼ ἐπέδραμον αἰγιαλοῖσιν,
  7. αἰέν ἀμειβόμεναι ξείνην ὁδὸν ἠΰτ’ ἀλῆται.
  8. Ἀνθιέων δὲ μάλιστα νομαὶ πέτρῃσι βαθείαις
  9. ἔμφυλοι· ταῖς δʼ οὔτι παρέστιοι αἰὲν ἔασι,
  10. πάντῃ δὲ πλάζονται, ὅπῃ γένυς, ἔνθα κελεύει
  11. γαστὴρ καὶ λαίμαργος ἔρως ἀκόρητος ἐδωδῆς·
  12. ἔξοχα γὰρ παρὰ πάντας ἀδηφάγος οἶστρος ἐλαύνει
  13. κείνους καὶ νωδόν περ ὑπὸ στόμα χῶρον ἔχοντας.
  14. τέσσαρα δʼ ἀνθιέων μεγακήτεα φῦλα νέμονται,
  15. ξανθοί τʼ ἀργεννοί τε τὸ δὲ τρίτον αἷμα[*](αἷμα· εἷμα Koechly) κελαινοί·
  16. ἄλλους δʼ εὐωπούς τε καὶ αὐλωποὺς καλέουσιν,
  17. οὕνεκα τοῖς καθύπερθεν ἑλισσομένη κατὰ κύκλον
  18. ὀφρὺς ἠερόεσσα περίδρομος ἐστεφάνωται.
  19. δοιοὶ δὲ σκληροῖσιν ἀρηρότα γυῖα χιτῶσι
  20. φραξάμενοι κόλποισιν ἐνιπλώουσι θαλάσσης,