Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. θύννοι μὲν θύνοντες, ἐν ἰχθύσιν ἔξοχοι ὁρμήν,
  2. κραιπνότατοι, ξιφίαι τε φερώνυμοι ἠδʼ ὑπέροπλος
  3. ὀρκύνων γενεὴ καὶ πρημάδες ἠδὲ κυβεῖαι,
  4. καὶ κολίαι σκυτάλαι τε καὶ ἱππούροιο γένεθλα.
  5. ἐν τοῖς καὶ κάλλιχθυς ἐπώνυμος, ἱερὸς ἰχθύς·
  6. ἐν κείνοις νέμεται καὶ πομπίλος, ὃν πέρι ναῦται
  7. ἅζονται, πομπῇ δʼ ἐπεφήμισαν οὔνομα νηῶν·
  8. ἔξοχα γὰρ νήεσσι γεγηθότες ὑγρὰ θεούσαις
  9. ἕσπονται πομπῆες ὁμόστολοι, ἄλλοθεν ἄλλος
  10. ἀμφιπερισκαίροντες ἐΰξυγον ἅρμα θαλάσσης
  11. τοίχους τʼ ἀμφοτέρους περί τε πρυμναῖα χαλινὰ
  12. οἰήκων, ἄλλοι δὲ περὶ πρώρην ἀγέρονται·
  13. οὐδέ κεν αὐτόμολον κείνων πλόον, ἀλλʼ ὑπὸ δεσμῷ
  14. φαίης εὐγόμφοισιν ἐνισχομένους πινάκεσσιν
  15. ἑλκομένους ἀέκοντας ἀναγκαίῃσιν ἄγεσθαι.
  16. τόσσον ἔρως γλαφυρῇσιν ἐφʼ ὁλκάσιν ἑσμὸν ἀγείρει.
  17. οἷον δὴ βασιλῆα φερέπτολιν ἠέ τινʼ ἄνδρα
  18. ἀθλοφόρον, θαλλοῖσι νεοστέπτοισι κομῶντα,
  19. παῖδές τʼ ἠΐθεοί τε καὶ ἀνέρες ἀμφιέποντες
  20. ὃν δόμον εἰσανάγουσι καὶ ἀθρόοι αἰὲν ἕπονται,