Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. εὖτε γὰρ εὐνήσῃ χαροπῆς ἁλὸς ἔργα γαλήνη,
  2. αὐτὰρ ὅ γʼ ἐσσυμένοισι συνορμηθεὶς ῥοθίοισι,
  3. πέτραις ἀμφιταθεὶς ἀμπαύεται εὔδιον ὕπνον.
  4. ὀρνίθων δʼ ἁλίων τρομέει γένος, οἵ οἱ ἔασι
  5. δυσμενέες· τῶν ἤν τινʼ ἐσαθρήσῃ πελάσαντα,
  6. πάλλεται ὀρχηστῆρι πανείκελος, ὄφρα ἑ πόντου
  7. προπροκυλινδόμενον σπιλάδων ἄπο χεῦμα σαώσῃ.
  8. οἱ δὲ καὶ ἐν πέτρῃσι καὶ ἐν ψαμάθοισι νέμονται,
  9. ἀγλαΐῃ χρύσοφρυς ἐπώνυμος ἠδὲ δράκοντες
  10. σῖμοί τε γλαῦκοί τε καὶ ἀλκησταὶ συνόδοντες,
  11. σκορπίος ἀϊκτήρ, δίδυμον γένος, ἀμφότεραί τε
  12. σφύραιναι δολιχαὶ ῥαφίδες θʼ ἅμα τῇσιν ἀραιαί·
  13. ἐν δὲ χάραξ κοῦφοί τε κυβιστητῆρες ἔασι
  14. κωβιοί· ἐν δὲ μυῶν χαλεπὸν γένος, οἳ περὶ πάντων
  15. θαρσαλέοι νεπόδων καί τʼ ἀνδράσιν ἀντιφέρονται,
  16. οὔτι τόσοι περ ἐόντες· ἐπὶ στερεῇ δὲ μάλιστα
  17. ῥινῷ καὶ πυκινοῖσι πεποιθότες ἔνδον ὀδοῦσι,
  18. ἰχθύσι καὶ μερόπεσσιν ἀρειοτέροισι μάχονται.
  19. οἱ δʼ ἐν ἁμετρήτοισιν ἄλην πελάγεσσιν ἔχουσι,
  20. τηλοῦ ἀπὸ τραφερῆς οὐδʼ ᾐόσιν εἰσὶν ἑταῖροι,