Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. εἰσόκεν εὐερκῆ μεγάρων ὑπὲρ οὐδὸν ἀμείψῃ·
  2. ὣς οἵ γʼ ὠκυπόροισιν ἀεὶ νήεσσιν ἕπονται,
  3. ὄφρʼ οὔτις γαίης ἐλάει φόβος· ἀλλʼ ὅτε χέρσον
  4. φράσσωνται, τραφερὴν δὲ μέγʼ ἐχθαίρουσιν ἄρουραν,
  5. αὖτις ἀφορμηθέντες ἀολλέες ἠΰτε νύσσης
  6. πάντες ἀποθρώσκουσι καὶ οὐκέτι νηυσὶν ἕπονται.
  7. σῆμα τόδε πλωτῆρσιν ἐτήτυμον ἐγγύθι γαίης
  8. ἔμμεναι, εὖτε λιπόντας ὁμοπλωτῆρας ἴδωνται.
  9. πομπίλε, ναυτιλίῃσι τετιμένε, σοὶ δέ τις ἀνὴρ
  10. εὐκραεῖς ἀνέμων τεκμαίρεται ἐλθέμεν αὔρας·
  11. εὔδια γὰρ στέλλῃ τε καὶ εὔδια σήματα φαίνεις.
  12. καὶ μὲν δὴ πελάγεσσιν ὁμῶς ἐχενηῒς ἑταίρη·
  13. ἡ δʼ ἦτοι ταναὴ μὲν ἰδεῖν, μῆκος δʼ ἰσόπηχυς,
  14. χροιὴ δʼ αἰθαλόεσσα, φυὴ δέ οἱ ἐγχελύεσσιν
  15. εἴδεται, ὀξὺ δέ οἱ κεφαλῆς στόμα νέρθε νένευκε
  16. καμπύλον, ἀγκίστρου περιηγέος εἴκελον αἰχμῇ.
  17. θαῦμα δʼ ὀλισθηρῆς ἐχενηΐδος ἐφράσσαντο
  18. ναυτίλοι· οὐ μὲν δή τις ἐνὶ φρεσὶ πιστώσαιτο
  19. εἰσαΐων· αἰεὶ γὰρ ἀπειρήτων νόος ἀνδρῶν
  20. δύσμαχος, οὐδʼ ἐθέλουσι καὶ ἀτρεκέεσσι πιθέσθαι·