Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. κέρκουροί τε μένουσι καὶ ὀψοφάγοι καὶ ἀνιγραὶ
  2. μύραιναι σαῦροί τε καὶ ὀψιμόρων γένος ὀρφῶν,
  3. οἳ πάντων περίαλλα κατὰ χθόνα δηθύνουσι
  4. ζωοὶ καὶ τμηθέντες ἔτι σπαίρουσι σιδήρῳ.
  5. ἄλλοι δʼ ἐν βένθεσσιν ὑπόβρυχα μιμνάζουσι
  6. φωλειοῖς, πρόβατόν τε καὶ ἥπατοι ἠδὲ πρέποντες,
  7. ἴφθιμοι μεγάλοι τε φυήν, νωθροὶ δὲ κέλευθα
  8. εἱλεῦνται· τὸ καὶ οὔποθʼ ἑὴν λείπουσι χαράδρην,
  9. ἀλλʼ αὐτοῦ λοχόωσι παραὶ μυχόν, ὅς κε πελάσσῃ,
  10. χειροτέροις ἀΐδηλον ἐπʼ ἰχθύσι πότμον ἄγοντες·
  11. ἐν καὶ ὄνος κείνοις ἐναρίθμιος, ὅς περὶ πάντων
  12. πτήσσει ὀπωρινοῖο κυνὸς δριμεῖαν ὁμοκλήν,
  13. μίμνει δʼ ἐγκαταδὺς σκότιον μυχόν, οὐδὲ πάροιθεν
  14. ἔρχεται, ὅσσον ἄησιν ἐπὶ χρόνον ἄγριος ἀστήρ.
  15. ἔστι δέ τις πέτρῃσιν ἁλικλύστοισι μεμηλώς,
  16. ξανθὸς ἰδεῖν, κεστρεῦσι φυὴν ἐναλίγκιος ἰχθύς,
  17. τὸν μερόπων ἕτεροι μὲν ἐπικλείουσιν ἄδωνιν,
  18. ἄλλοι δʼ ἐξώκοιτον ἐφήμισαν, οὕνεκα κοίτας
  19. ἐκτὸς ἁλὸς τίθεται, μοῦνος δʼ ἐπὶ χέρσον ἀμείβει,
  20. ὅσσοι γε βράγχη, στόματος πτύχας, ἀμφὶς ἔχουσιν.