Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἐκ ποταμῶν πλαταμῶσιν ἐνιχρίμπτουσι θαλάσσης.
  2. πέτραι δʼ ἀμφίαλοι πολυειδέες· αἱ μὲν ἔασι
  3. φύκεσι μυδαλέαι, περὶ δὲ μνία πολλὰ πέφυκε·
  4. τὰς ἦτοι πέρκαι καὶ ἰουλίδες ἀμφί τε χάννοι
  5. φέρβονται σάλπαι τε μετὰ σφίσιν αἰολόνωτοι
  6. καὶ κίχλαι ῥαδιναὶ καὶ φυκίδες οὕς θʼ[*](ἅς θ᾽ MSS. And schol.) ἁλιῆες
  7. ἀνδρὸς ἐπωνυμίην θηλύφρονος ηὐδάξαντο.
  8. ἄλλαι δὲ χθαμαλαὶ ψαμαθώδεος ἄγχι θαλάσσης
  9. λεπράδες, ἅς κίρρις τε σύαινά τε καὶ βασιλίσκοι
  10. ἐν δὲ μύλοι τρίγλης τε ῥοδόχροα φῦλα νέμονται.
  11. ἄλλαι δʼ αὖ ποιῇσιν ἐπίχλοοι ὑγρὰ μέτωπα
  12. πέτραι σαργὸν ἔχουσιν ἐφέστιον ἠδὲ σκίαιναν
  13. χαλκέα καὶ κορακῖνον ἐπώνυμον αἴθοπι χροιῇ,
  14. καὶ σκάρον, ὃς δὴ μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις
  15. φθέγγεται ἰκμαλέην λαλαγὴν καὶ μοῦνος ἐδητὺν
  16. ἄψορρον προΐησιν ἀνὰ στόμα, δεύτερον αὖτις
  17. δαινύμενος, μήλοισιν ἀναπτύσσων ἴσα φορβήν.
  18. Ὅσσαι δʼ αὖ χήμῃσι περίπλεοι ἢ λεπάδεσσιν,
  19. ἐν δέ σφιν θαλάμαι τε καὶ αὔλια δύμεναι ἰχθῦς,
  20. τῇσι δὲ καὶ φάγροι καὶ ἀναιδέες ἀγριόφαγροι