De Aeternitate Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ἀλλ’ εἴ γε φλὸξ γίνεται, τραπομένη πρὸς σβέσιν ἅπαξ οὐκ ἐκ μέρους ἀλλ’ ἀθρόα σβεσθήσεται· συνυπάρχει γὰρ τῇ τροφῇ· διὸ πολλῆς μὲν οὔσης ἐπιδίδωσι καὶ χεῖται, στελλομένης δὲ μειοῦται. τεκμηριώσαιτο δ’ ἄν τις ἀπὸ τῶν παρ’ ἡμῖν τὸ γινόμενον· ὁ λύχνος, ἕως μέν τις ἔλαιον ἄρδει, περιφεγγεστάτην δίδωσι φλόγα, ἐπειδὰν δ’ ἐπίσχῃ, δαπανήσας ὅσον τῆς τροφῆς λείψανον αὐτίκα κατεσβέσθη, μηδὲν μέρος ταμιευσάμενος τῆς φλογός.

εἰ δὲ μὴ τοῦτο ἀλλ’ αὐγὴ γίνεται, πάλιν ἀθρόα μεταβάλλει. διὰ τί; ὅτι ὑπόστασιν ἰδίαν οὐκ ἔχει, γεννᾶται δ’ ἐκ φλογός, ἧς ὅλης δι’ ὅλων σβέσιν λαμβανούσης, ἀνάγκη καὶ τὴν αὐγὴν μὴ κατὰ μέρος ἀλλ’ ἀθρόαν ἀναιρεῖσθαι· ὃ γὰρ πρὸς τροφὴν φλόξ, τοῦτο αὐγὴ πρὸς φλόγα· καθάπερ οὖν τροφῇ συναναιρεῖται φλόξ, καὶ αὐγὴ φλογί.

ὥστ’ ἀμήχανον παλιγγενεσίαν τὸν κόσμον λαβεῖν, μηδενὸς ἐντυφομένου σπερματικοῦ λόγου, πάντων δὲ δαπανηθέντων, τῶν μὲν ἄλλων ὑπὸ πυρός, αὐτοῦ δ’ ὑπ’ ἐνδείας. ἐξ ὧν ἐστι δῆλον, ὅτι ἀγένητος καὶ ἄφθαρτος ὢν διατελεῖ.

Φέρε δ’ οὖν, ὥς φησιν ὁ Χρύσιππος, τὸ ἀναστοιχειῶσαν τὴν διακόσμησιν εἰς αὑτὸ πῦρ τοῦ μέλλοντος ἀποτελεῖσθαι κόσμου σπέρμα εἶναι καὶ ὧν ἐπ’ αὐτῷ πεφιλοσόφηκε μηδὲν ἐψεῦσθαι, πρῶτον μὲν ὅτι [*](2 εἴ γε Mang. (et ipse conieci): εἴτε codd. ἅπας] ἅπερ M 3 ἀλλ’ ἀθρόα ν (Turn.): ἀλλά λάθρα codd. συνυπάρχῃ M τῇ τροφῇ Mang.: ἡ τροφὴ codd. 4 πολῆς (sic) U στελλομένης UH et ut vid. P: συστελλομένης M 4. 5 τεκμηριώσαντο H(P?) 5 ἕως M: ὡς UH et ut vid. P (v) 6 δίδωσι MU: ἀποδίδωσι HP ν) δ’ om. HP 7 κατεσβέσθη M: κατέσβη U, ἔσβη ut vid. P. κατέσβησε H (κατέσβεσε Turn.) μηδὲ μέρος U 8 ταμιεσάμενος ut vid. U 9 ὅτι] διότι Η ὑπόστησιν H ἰδίαν om. H (om. Turn.) γεννᾶ τε δ’ M 11 ὃ γὰρ] ἡ γάρ H 12 τροφῆ UP: τροφὴ M, τροφῆς H συναναιρεῖται UP: συνανῃρεῖτο (η ex αι corr.) M, συνανηρεῖ τὲ Η 13 ὕγη ὥστε P 13. 14 μηδενὸς μὲν ἐντυφομένου fortasse scribendum putavit 14 ἐντυφωμένου Η (ἐντετυφωμένου Turn.) πάντων—ἐνδείας (15) om. 15 δηλονότι Η ἀγένητος Ε: ἀγέννητος MUHP 17 φέρε δ’ οὖν—104, 13 ἀκολουθίαν πραγμάτων ἐκλογίζεσθαι om. E φέρε MU: φέρει HP (Turn.) φησιν ὁ χρύσιππος MU: φησι χρύσιππος HP (v) 18 αὑτὸ v (Turn.): αὐτὸ codd. 19 πεφιλοσόφηκεν M) [*](17 Chrysippi frg, 618 (Arnim). 18 Doxogr. p. 468a 25 Αrius Didymus) ἀρέκσει γὰρ τοῖς Στωικοῖς φιλοσόφοις τὴν ὅλην οὐσίαν εἰς πῦρ μεταβάλλειν οἷον εἰς σπέρμα, καὶ πάλιν ἐκ τούτου αὐτὴν ἀποτελεῖσθαι τὴν διακόσμησιν, οἴα τὸ πρότερον ἦν καὶ τοῦτο τὸ δόγμα τῶν ἀπὸ τῆς αἱρέσεως οἱ πρῶτοι καὶ πρεσβύτατοι προσήκαντο, Ζήνων τε καὶ Κλεάνθης καὶ Χρύσιππος. Ζen. frg. 107, Cleanth. frg. 512, Chrys. frg. 596 (Arnim).)

v.6.p.102
καὶ ἐκ σπέρματος ἡ γένεσις καὶ εἰς σπέρμα ἡ ἀνάλυσις, ἔπειτα δ’ ὅτι φυσιολογεῖται ὁ κόσμος καὶ φύσις λογική, οὐ μόνον ἔμψυχος ὢν ἀλλὰ καὶ νοερός, πρὸς δὲ καὶ φρόνιμος, ἐκ τούτων τοὐναντίον οὗ βούλεται κατασκευάζεται, τὸ μηδέποτε φθαρήσεσθαι.

αἱ δὲ πίστεις προχειρόταται τοῖς συνεξετάζειν μὴ ἀποκνοῦσιν. οὐκοῦν ὁ κόσμος ἢ φυτόν, ὡς ἔοικεν, ἢ ζῷον· ἀλλ’ εἴτε φυτόν ἐστιν εἴτε καὶ ζῷον, κατὰ τὴν ἐκπύρωσιν φθαρεὶς οὐδέποτε αὐτὸς αὑτοῦ γενήσεται σπέρμα. μαρτυρεῖ δὲ τὰ παρ’ ἡμῖν, ὧν οὐδὲν οὐκ ἔλαττον οὐ μεῖζόν ποτε φθαρὲν εἰς σπέρματος ἀπεκρίθη γένεσιν.

οὐχ ὁρᾷς ὅσαι μὲν ἡμέρων φυτῶν ὗλαι, ὅσαι δὲ ἀγρίων κατὰ πᾶν μέρος τῆς γῆς ἀνακέχυνται; τούτων τῶν δένδρων ἕκαστον, ἄχρι μὲν ὑγιαίνει τὸ στέλεχος, ἅμα τῷ καρπῷ καὶ τὸ ὄχευμα τίκτει, μήκει δὲ χρόνων ἀφαυανθὲν ἢ καὶ ἄλλως αὐταῖς ῥίζαις φθαρὲν οὐδέποτε τὴν ἀνάλυσιν εἰς σπέρμα ἔλαβεν.

τὸν αὐτὸν μέντοι τρόπον καὶ τὰ γένη τῶν ζῴων, ἃ μηδὲ εἰπεῖν διὰ πλῆθος ῥᾴδιον, ἄχρι μὲν περίεστι καὶ ἡβᾷ, σπέρμα προΐεται γόνιμον, τελευτήσαντα δ’ οὐδαμῆ οὐδαμῶς γίνεται σπέρμα· καὶ γὰρ εὔηθες ἄνθρωπον ζῶντα μὲν ὀγδόῳ μέρει ψυχῆς, ὃ καλεῖται γόνιμον, πρὸς τὴν τοῦ ὁμοίου σπορὰν χρῆσθαι, τελευτήσαντα δὲ ὅλῳ ἑαυτῷ· θάνατος γὰρ οὔτι ζωῆς ἀνυσιμώτερος.

ἄλλως τε τῶν ὄντων οὐδὲν ἐκ μόνου σπέρματος δίχα τῆς οἰκείας τροφῆς ἀποτελεῖται· σπέρμα γὰρ ἔοικεν ἀρχῇ, ἀρχὴ δὲ καθ’ αὑτὴν οὐ τελειογονεῖ. μὴ γὰρ αὖ νομίσῃς τὸν στάχυν ἐκ μόνου τοῦ καταβληθέντος ὑπὸ [*](1 ἀνάλωσις M 5 φυτόν, ὡς ἔοικεν Diels: φυτῶ ἔοικεν codd. 6 ἢ ζῶον M: ἢ ζώω UP, ἢ κόσμω H καὶ post εἴτε om. U 8 σπέρματος MU: σώματος HP (Turn.) 9 γέννησιν L (Turn.) ἡμέρων HP: ἡμερῶν U, ἡμέραι M 10 τῆς ante γῆς om. Turn. 11 τὸ ὄχευμα Bernays: τὸ ὄχημα UHP, τῶ ὄχημα M: τό σπέρμα coni. Mang. 12 ἀφαυανθὲν Mang.: ἀφ . . ανθὲν M, ἀφαανθὲν U, ἀφανισθὲν HP ἢ add. Cumont 13 εἰς σπέρματα U ἔλαβε ν 15 τελευτήσει U οὐδαμῶς οὐδαμῶς U 16 σπέρμα] σπόριμα coni. Mang. 17 τῆς ψυχῆς U 17. 18 τελευτήσαντα UP: τελευτῆσαν MH (Turn.) 18 ὅλῳ v (Turn.): ὅλον codd. (Cumont) οὔτι ζωῆς MU: ζωῆς οὔτι HP (v) ἄλλως] ὅλως coni. Diels 20 ἀρχῇ] ἡ ἀρχὴ U καθ’ αὑτὴν ΜΗΡ: καθ’ ἑαυτὴν U ν) 21 αὖ] σὺ coni. Mang.) [*](1 Ocell. Luc. I 13 . . . οἱ δὲ καρποὶ καὶ τὰ πλείστα τῶν ῥιζοφύτων ἀπὸ σπερμάτων ἀνέλαβον τὴν ἀρχὴν τῆς γενέσεως, καρπωθέντα δὲ καὶ τελεσφορήσαντα πάλιν ἐπὶ τὸ σπέρμα τὴν ἀνάλυσιν ποιεῖται. 2 sq. Diog. La. VII 142 . . . ὅτι δὲ καὶ ζῷον ὁ κόσμος καὶ λογικὸν καὶ ἔμψυχον καὶ νοερόν, καὶ Χρύσιππός φησιν ἐν πρώτῳ Περὶ προνοίας καὶ Ἀπολλόδωρος ἐν τῇ Φυσικῇ καὶ Ποσεδώνιος (Chrysippi frg. 633 Arnim).) [*](16 cf. Doxogr. p. 390. 5. 410, 25. Diog. La. VII 157.)

v.6.p.103
γεωργῶν εἰς τὰς ἀρούρας βλαστάνειν πυροῦ, τὸ δὲ πλεῖστον εἰς αὔξησιν αὐτοῦ συνεργεῖν ὑγράν τε καὶ ξηρὰν διττὴν ἐκ γῆς τροφήν· καὶ τὰ ἐν μήτραις μέντοι διαπλαττόμενα πέφυκεν οὐκ ἐκ μόνου ζῳογονεῖσθαι σπέρματος ἀλλὰ καὶ τῆς ἔξωθεν ἀρδομένης τροφῆς, ἣν ἡ κύουσα προσφέρεται.

πρὸς δὴ τί ταῦτα λέγω; ὅτι κατὰ τὴν ἐκπύρωσιν σπέρμα μόνον ὑπολειφθήσεται, τροφῆς μὴ ὑπαρχούσης, ἁπάντων ὅσα τρέφειν ἔμελλεν εἰς πῦρ ἀναλυθέντων, ὥσθ’ ὁ κατὰ τὴν παλιγγενεσίαν ἀποτελούμενος κόσμος χωλὴν καὶ ἀτελῆ γένεσιν ἕξει, τοῦ μάλιστα πρὸς τελείωσιν συνεργοῦντος, ᾧ καθάπερ βάκτρῳ τινὶ τὴν σπερματικὴν ἀρχὴν ἐφιδρύεσθαι συμβέβηκεν, ἐφθαρμένου. τοῦτο δ’ ἦν ἄτοπον ἐξ αὐτῆς ἐλεγχόμενον τῆς ἐναργείας.

ἔτι τοίνυν ὅσα λαμβάνει τὴν γένεσιν ἐκ σπέρματος, μείζονα τὸν ὄγκον ἐστὶ τοῦ πεποιηκότος καὶ ἐν τόπῳ μείζονι θεωρεῖται· δένδρα γοῦν οὐρανομήκη πολλάκις ἀναβλαστάνει ἐκ βραχυτάτης κέγχρου καὶ ζῷα πιότατα καὶ περιμηκέστατα ἐξ ὀλίγου τοῦ προεθέντος ὑγροῦ. ἀλλὰ καὶ τὸ μικρῷ πρότερον εἰρημένον συμβαίνει, κατὰ μὲν τὸν γειτνιῶντα τῇ γενέσει χρόνον βραχύτερα τὰ γεννηθέντα εἶναι, μεγεθύνεσθαι δ’ αὖθις ἄχρι παντελοῦς τελειώσεως.