De Aeternitate Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ἀλλ’ ἀναιρέσει παντελεῖ τῆς ποιότητος; ἀλλ’ ἀμήχανον τοῦτό γε· μένει γὰρ κατὰ τοὺς τἀναντία αἱρουμένους ἡ τῆς διακοσμήσεως ποιότης ἐπ’ ἐλάττονος οὐσίας τῆς τοῦ Διὸς σταλεῖσα κατὰ τὴν ἐκπύρωσιν. ἀλλὰ τῷ κατὰ σύγχυσιν;

ἄπαγε, δεήσει γὰρ πάλιν εἰς τὸ μὴ ὂν γίνεσθαι τὴν φθορὰν παραδέχεσθαι. τοῦ χάριν; ὅτι εἰ μὲν ἕκαστον ἐν μέρει τῶν στοιχείων ἐφθείρετο, μεταβολὴν ἐδύνατο τὴν εἰς ἕτερον δέχεσθαι, πάντων δὲ συλλήβδην ἀθρόων κατὰ σύγχυσιν ἀναιρουμένων, ἀναγκαῖον ὑπονοεῖν τὸ ἀδύνατον.

Ἔτι πρὸς τούτοις, ἐὰν ἐκπυρωθῇ, φασί, τὰ πάντα, τί κατ’ ἐκεῖνον ὁ θεὸς πράξει τὸν χρόνον; ἦ τὸ παράπαν οὐδέν; καὶ μήποτ’ εἰκότως· νυνὶ μὲν γὰρ ἕκαστα ἐφορᾷ καὶ πάντων οἷα γνήσιος πατὴρ ἐπιτροπεύει καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἡνιόχου καὶ κυβερνήτου τρόπον ἡνιοχεῖ καὶ πηδαλιουχεῖ τὰ σύμπαντα, ἡλίῳ τε καὶ σελήνῃ καὶ τοῖς ἄλλοις πλάνησι καὶ ἀπλανέσιν ἔτι δ’ ἀέρι καὶ τοῖς ἄλλοις μέρεσι τοῦ κόσμου [*](1 παρὰ ἰητροὺς U 2 ἐξαιρέτους E cod. r ἀποτελεσθεῖσαι Ε 3 τούτω M 4 ἀλλ’ οὔτε ME, ἀλλ’ οὔτ’ U: ἀλλ’ οὐκ HP (Turn.) alt. οὔτε MPE: οὔτ’ UH ν) 6 ἐξ ἑαυτῶν MUE: ἐξ αὐτῶν HP (ἐξ αὑτῶν v) 7 ἀφ’ ὧν E 8 πάντων] πάντα M (Bernays) ἀλλὰ P παντελῆ Η 10 τῆς τοῦ Διὸς σταλεῖσα Bernays (in commentario): τῇ τούτου ἰδιοσταλεῖσα E, τῆ του . . . . (spat, c, 4 litt.) σταλεῖσα M, τὸ τοῦ δι . . . (spat. c. 7 litt.) HP, . . . (spat. c. 10 litt.) σταλεῖσα U 11 τῷ] τὸ H 12 εἰς] ὡς E cod. r γίγνεσθαι Ε 13 μεταβολὴν ἂν ἐδύνατο Gomperz ἡδύνατο E 14 δὲ om. E cod. ἀθρόων MU: ἀθρόον HPE (v) 15 ἀναγκαῖον Reiter: ἀνάγκη codd.; ἀνάγκη τοῦτο ὑπονοεῖν ἀδύνατον Cumout 16 ἔτι πρὸς τούτοις—99, 6 θεός om. Ε φασί MU: φησι HP (Turn.) 17 πράξει 6 θεὸς transp. M (Bernays) ἡ] ἢ H (Turn.) 18 οἷα v (Turn.): οἷος codd. 20 πηδαληουχεῖ M ἡλίω τε M: τε om. UHP (v) 21 ἀπλανέσι M ἄλλοις add. Cumont) [*](1 τετραφάρμακος: cf. de confus. lingu. § 187. Galen. in Hippocr. de nat. hom. t. XV p. 32 (Kuehn). 9 sq. Chrysippi frg. 611 (Arnim). cf. Plut. de commun. notit. 31 p. 1075 b ἀλλὰ χρύσιππος καὶ Κλεάνθης, ἐμπεπληκότες ὡς ἔπος εἰπεῖν τῴ λόγῳ θεῶν οὐρανόν, τὴν γῆν, τὸν ἀέρα, τὴν θάλατταν, οὐδένα ἰῶν τοσούτων ἄφθαρτον οὐδ’ ἀίδιον ἀπολελοίπασι, πλὴν μόνου τοῦ Διός, εἰς ὃν πάντας καταναλίσκουσι τοὺς ἄλλους.)

v.6.p.99
παριστάμενος καὶ συνδρῶν ὅσα πρὸς τὴν τοῦ ὅλου διαμονὴν καὶ τὴν κατ’ ὀρθὸν λόγον ἀνυπαίτιον διοίκησιν.

πάντων δ’ ἀναιρεθέντων, ὑπ’ ἀργίας καὶ ἀπραξίας δεινῆς ἀβιώτῳ βίῳ χρήσεται· οὗ τί γένοιτ’ ἂν ἀτοπώτερον; ὀκνῶ λέγειν, ὃ μηδὲ θέμις ὑπονοεῖν, ὅτι ἀκολουθήσει θεῷ θάνατος, εἴ γε καὶ ἠρεμία· τὸ γὰρ ἀεικίνητον ἐὰν ἀνέλῃς ψυχῆς, καὶ αὐτὴν πάντως συνανελεῖς· ψυχὴ δὲ τοῦ κόσμου· κατὰ τοὺς ἀντιδοξοῦντας ὁ θεός.

Ἐκεῖνο δ’ οὐκ ἀνάξιον διαπορῆσαι, τίνα τρόπον ἔσται παλιγγενεσία, πάντων εἰς πῦρ ἀναλυθέντων· ἐξαναλωθείσης γὰρ τῆς οὐσίας ὑπὸ πυρός, ἀνάγκη καὶ τὸ πῦρ οὐκέτ’ ἔχον τροφὴν ἀποσβεσθῆναι. μένοντος μὲν οὖν, ὁ σπερματικὸς τῆς διακοσμήσεως ἐσῴζετ’ ἂν λόγος, ἀναιρεθέντος δὲ συνανῄρηται. τὸ δ’ ἐστὶν ἔκθεσμον καὶ ἀσέβημα ἤδη διπλοῦν, μὴ μόνον φθορὰν τοῦ κόσμου κατηγορεῖν ἀλλὰ καὶ παλιγγενεσίαν ἀναιρεῖν, ὥσπερ ἐν ἀκοσμίᾳ καὶ ἀπραξίᾳ καὶ τοῖς πλημμελέσι πᾶσι χαίροντος θεοῦ.

τὸν δὲ λόγον ἀκριβέστερον ὧδε διερευνητέον· πυρὸς τριττὸν εἶδος· τὸ μὲν ἄνθραξ, τὸ δὲ φλόξ, τὸ δὲ αὐγή. ἄνθραξ μὲν οὖν ἐστι πῦρ ἐν οὐσίᾳ γεώδει, ὃ τρόπον ἕξεως πνευματικῆς πεφώλευκε καὶ ἐλλοχᾷ δι’ ὅλης ἄχρι περάτων τεταμένον· φλὸξ δέ ἐστιν ὅπερ ἐκ τροφῆς αἴρεται μετεωριζόμενον· αὐγὴ δὲ τὸ ἀποστελλόμενον ἐκ φλογός, συνεργὸν ὀφθαλμοῖς εἰς τὴν τῶν ὁρατῶν ἀντίληψιν. μέσην δὲ χώραν αὐγῆς τε καὶ ἄνθρακος εἴληχε φλόξ· σβεσθεῖσα μὲν γὰρ εἰς ἄνθρακα τελευτᾷ, ζωπυρουμένη δ’ ἔχει φέγγος, ὃ τὴν καυστικὴν ἀφῃρημένον δύναμιν ἀστράπτει.

εἰ κατὰ τὴν ἐκπύρωσιν οὖν τὸν κόσμον ἀναλύεσθαι φαῖμεν, ἄνθραξ μὲν οὐκ ἂν γένοιτο, διότι παμπληθὲς ὑπολείψεται τοῦ γεώδους, ᾧ τὸ πῦρ ἐγκατειλῆφθαι συμβέβηκεν, ἀρέσκει δὲ μηδὲν τότε τῶν ἄλλων ὑφεστάναι [*](1 παριστάμενα Η (Tura.) 3 βίῳ] βία M 4 μηδὲ] μὴ U ὑπονοεῖν Cumont coll. 86, 8. 95, 14: εἰπεῖν codd. 5 αὐτὴν MU: αὐτὸ ΗΡ 6 ὁ ante θεός om. U 7 οὐκ ἀνάξιον Βernays: οὐκ ἄξιον codd., ἄξιον E διαπορίσαι M υ 8 ἀναλωθέντων U ἐξαναλωθείσης HPE : ἐξαναλυθείσης MU 10 τῇ διακοσμήσει Turn. ἐσῴζετ᾿ ἄν Diels: ἐσώζετο codd. ἐσώζετο λόγος τῆς διακοσμήσεως transp. E ἀναιρεθέντος MHP: ἀναλυθέντος UE 11 τό δέ ἐστιν Η 13 ὥσπερ ἐν M: ἐν om. UHPE; ὥσπερ ἂν coni. Buecheler 14 ὧδε] ἤδη H (Turn.) 15 ἐστιν H 16 οὐσίᾳ om. UE ὃ] ὃν E πεφόλευκε Η 17 τεπαμένον (sic) H 19 τῶν om. L (Turn.) τε om. U 20 σβεθεῖσα U 21 καυτικὴν P 22 φαῖμεν Buecheler: φῶμεν codd. (φαμὲν U1) 23 ὑπολείψεται v (Turn.): ὑπολήψεται codd. τοῦ γεώδους] τὸ γεῶδες coni. Mang. ᾧ] ὡς UE 24 ἐγκατειλῆφθαι E: ἐγκατειλεῖσθαι MUH, ἐγκἅ αλελεῖσθαι ut vid. P συμβέβηκε M) [*](5 Plat. Phaedr. 245 c ψυχὴ πᾶσα ἀθάνατος· τὸ γάρ ἀεικίνητον ἀθάνατον. 6 κατὰ τοὺς ἀντιόοξοῦντας: cf. Zeller, Philos. d. Griech. III 1 3, 554 sq.)

v.6.p.100
σωμάτων, ἀλλὰ γῆν καὶ ὕδωρ καὶ ἀέρα εἰς ἄκρατον πῦρ ἀναλελύσθαι.

καὶ μὴν οὐδὲ φλόξ· ἅμμα γὰρ τροφῆς ἐστι, μηδενὸς δὲ καταλειφθέντος, ἀτροφήσασα αὐτίκα ἀποσβεσθήσεται. τούτοις ἕπεται τὸ μηδ’ αὐγὴν ἀποτελεῖσθαι· καθ’ ἑαυτὴν γὰρ ὑπόστασιν οὐκ ἔχει, ῥεῖ δὲ ἀπὸ τῶν προτέρων, ἄνθρακος καὶ φλογός, ἀφ’ οὗ μὲν ἐλάττων, πολλὴ δ’ ἀπὸ φλογός· χεῖται γὰρ ἐπὶ μήκιστον· ἐκείνων δ’, ὡς ἐδείχθη, κατὰ τὴν ἐκπύρωσιν οὐκ ὄντων, οὐδ’ ἂν αὐγὴ γένοιτο· καὶ γὰρ ἡ μεθημερινὴ πολλὴ καὶ βαθεῖα αὐγή, τὸν ὑπὸ γῆς ἡλίου δρόμον ἰόντος, εὐθὺς ἀφανίζεται νυκτὶ καὶ μάλιστα ἀσελήνῳ. οὐ τοίνυν ἐκπυροῦται ὁ κόσμος, ἀλλ’ ἔστιν ἄφθαρτος· εἰ δ’ ἐκπυρωθήσεται, ἕτερος οὐκ ἂν γένοιτο.

Διὸ καί τινες τῶν ἀπὸ τῆς Στοᾶς ὀξυδερκέστερον ἐκ μακροῦ θεασάμενοι τὸν ἐπιφερόμενον ἔλεγχον ἠξίωσαν ὥσπερ θανατῶντι κεφαλαίῳ βοηθήματα προευτρεπίζεσθαι· τὰ δ’ οὐδὲν ἦν ὄφελος. ἐπειδὴ γὰρ αἴτιον κινήσεώς ἐστι τὸ πῦρ, κίνησις δὲ γενέσεως ἀρχή, γενέσθαι δ’ ἄνευ κινήσεως ὁτιοῦν ἀδύνατον, ἔφασαν ὅτι μετὰ τὴν ἐκπύρωσιν, ἐπειδὰν ὁ νέος κόσμος μέλλῃ δημιουργεῖσθαι, σύμπαν μὲν τὸ πῦρ οὐ σβέννυται, ποσὴ δέ τις αὐτοῦ μοῖρα ὑπολείπεται· πάνυ γὰρ ηὐλαβήθησαν, μὴ σβεσθέντος ἀθρόου μείνῃ τὰ πάντα ἡσυχάσαντα ἀδιακόσμητα, τοῦ τῆς κινήσεως αἰτίου μηκέτ’ ὄντος.

εὑρεσιλογούντων δὲ πλάσματα ταῦτ’ ἐστὶ καὶ κατὰ τῆς ἀληθείας τεχναζόντων. τί δήποτε; ὅτι τὸν κόσμον ἐκπυρωθέντα γενέσθαι μὲν ἄνθρακι παραπλήσιον ἀμήχανον, ὡς δέδεικται, γεώδους πολλῆς ἂν ὑπολειφθείσης οὐσίας, ᾗ δεήσει τὸ πῦρ ἐλλοχᾶν, ἴσως δ’ οὐδ’ ἐκπυρώσεως τότε κρατούσης, εἴ γε μένει τὸ στοιχείων βαρύτατον καὶ δυσαναλωτότατον ἔτι, γῆ μὴ διαλυθεῖσα, μεταβάλλειν δὲ ἢ εἰς φλόγα ἢ [*](1 ἀναλύεσθαι Ε 2 ἅμμα PE, ἄμμα U: ἄμα ΜΗ (v) τροφῆς codd.: τροφή Turn., τροφῇ Mang. δὲ] γὰρ M 3 ἀτροφήσασα MUE: ἀτροφήσας HP; ἀτροφήσασ᾿ Cumont, ἀτροφήσει Turn. ἕπεται] ἐπέσται U 4 ῥεῖ δὲ MU: ῥεῖ δ’ HPE 5 ἀφ’ οὖ—φλογός (6) om. M ἐλάττων U2HP: ἔλαττον U1E πολλὴ] πολὺ E 6 χεῖται γὰρ ἐπὶ μήκιστον om. E 7 καὶ γὰρ—101, 13 καὶ αὐγή φλογί om. E ἡ μεθημερινὴ] ἡμερινὴ U 8 πολλὴ καὶ] πολληκὴ M 9 μάλιστα MU: μάλιστ’ HP 11 τινες] τινος M μακροῦ] πολλοῦ M (Bernays) 12 θανατῶντι] θανόντι L ν) 13 εὐτρεπίζεσθαι M (Bernays) οὐδέν MU: οὐδ’ HP (Turn.) ὄφελος ἣν transp. U 14 γενέσεως] γενήσεως M 15 μετὰ] κατὰ coni. Mang. 16 μέλλει ΗΡ πόση ΜΗ 18 μείνῃ codd.: μένῃ v (Turn.) 19 εὑρεσιλογούντων UP: εὑρησιλογούντων MH 21 ἀμήχανον] ἀδύνατον U 22 ἄν ὑπολειφθείσης Buecheler: ἀνθυπολειφθείσης codd. (ἀνθ᾿ ὑπολειφθείσης P) ; ἄν ἀνθυπολειφθείσης οὐσίας] οὐσίους H οὐδ’ U (coni. Buecheler): οὐκ MHP 23 στοιχείων MU: στοιχεῖον HP 24 δυσαναλωτότατον MU: δυσαναλώτατον HP (v) μεταβάλλ (sic) M) [*](24 sqq. Cleanthis frg. 711, Chrysippi frg. 611 (Arnim).)

v.6.p.101
εἰς αὐγὴν ἀναγκαῖον, εἰς μὲν φλόγα, ὡς ᾤετο Κλεάνθης, εἰς δ’ αὐγήν, ὡς ὁ Χρύσιππος.