De Aeternitate Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ἐπὶ δὲ τοῦ παντὸς γενήσεται τοὐναντίον· τὸ μὲν γὰρ σπέρμα καὶ μεῖζον ἔσται καὶ πλείονα τόπον ἐφέξει, τὸ δ’ ἀποτέλεσμα βραχύτερον καὶ ἐν ἐλάττονι φανεῖται τόπῳ, καὶ ὁ κόσμος ἐκ σπέρματος συνιστάμενος οὐκ ἐκ τοῦ κατ’ ὀλίγον ἐπιδώσει πρὸς αὔξησιν, ἀλλ’ ἔμπαλιν ἐξ ὄγκου μείζονος εἰς ἐλάττονα συναιρεθήσεται.
τὸ δὲ λεγόμενον ῥᾴδιον συνιδεῖν· ἅπαν σῶμα ἀναλυόμενον εἰς πῦρ ἀναλύεταί τε καὶ χεῖται, σβεννυμένης δὲ τῆς ἐν αὐτῷ φλογός, στέλλεται καὶ συνάγεται· πίστεων δὲ τοῖς οὕτως ἐμφανέσι πρὸς μαρτυρίαν ὡς ἀδηλουμένοις οὐδεμία χρεία. καὶ [*](1 δὲ] δὴ Buecheler (Cumont) αὐτοῦ Mang. : αὐτῶν codd.; αὐτῷ Bernays (Cumont) 2 διττὴν] δεῖ τὴν Buecheler (Cumont) 4 καὶ] κἀκ Diels (Cumont) ἣν bis scripsit M 5 δὴ] δὲ coni. Mang. λέγων HP 7 ἀναλωθέντων coni. Buecheler 8 χωλὴν HP: χολὴν HP: χολὴν σχ. λὴν M; κωφὴ coni. Mang. ἀτελῆ καὶ transp. U 9 ὧ HP: ὡς MU ἐφιδρύεσθαι H (et ut vid. P): ἐφυδρίεσθαι M, ἐφιδρῦσθαι U 10 αὐτῆς U: ἑαυτῆς MHP ἐναργείας Mang.: ἐνεργείας codd. 11 ἔτι MP: ἔτι ex ἔστι corr. U. ἔστι Η 13. 14 περιμηκέστατα καὶ πιότατα transp. U 15 τὸν ante γειτνιῶντα om. M 16 γενηθέντα M 18 ἐφέξει P: ὑφέξει MUH 21 συναναιρεθήσεται M; συναχθήσεται coni. Mang. 22 ἀναλύεται corruptum: ἐλαύνεται conicio (cf. 104,6 ἐλάσεως) ; διαλύεται Bernays, ἀναδίδοται coni. Diels τε om. H (v) 23 πίστεων H: πίστεως P, πιστέον M, πειστέον U 24 οὕτως] οὗ M) [*](17 sq. Plut. de commun. notit. 35 p. 1077 a ἀλλά τῶν φυσικωτέρων λεγομένων ἀρ’ οὐ παρὰ τὴν ἔννοιάν ἐστι σπέρμα πλέον εἶναι καὶ μεῖζον ἢ τὸ γεννώμενον ἐξ αὐτοῦ;)
ὅτε μὲν οὖν εἰς τοσοῦτον ἐπιδέδωκε καὶ συνηύξηται, ὡς μονονουχὶ τῇ ἀορίστῳ τοῦ κενοῦ φύσει τῷ τῆς ἐλάσεως ἀπειρομεγέθει συνδραμεῖν, σπέρματος ἔχει καὶ τοῦτο λόγον, ὅτε δὲ κατὰ τὴν παλιγγενεσίαν ἐκ τελείων τῶν μερῶν τῆς συμπάσης οὐσίας * * *, στελλομένου μὲν κατὰ τὴν σβέσιν τοῦ πυρὸς εἰς παχὺν ἀέρα, στελλομένου δ’ ἀέρος εἰς ὕδωρ καὶ συνίζοντος, παχυνομένου δ’ ἔτι μᾶλλον ὕδατος κατὰ τὴν εἰς γῆν, τὸ πυκνότατον τῶν στοιχείων, μεταβολήν. ἔστι δὲ ταῦτα παρὰ τὰς κοινὰς ἐννοίας τῶν δυναμένων ἀκολουθίαν πραγμάτων ἐκλογίζεσθαι.
Δίχα τοίνυν τῶν εἰρημένων κἀκείνῳ χρήσαιτ’ ἄν τις εἰς πίστιν, ὃ καὶ τοὺς μὴ πέρα τοῦ μετρίου φιλονεικεῖν αἱρουμένους ἐπισπάσεται. τῶν ἐν ταῖς συζυγίαις ἐναντίων ἀμήχανον τὸ μὲν εἶναι, τὸ δὲ μή· λευκοῦ γὰρ ὄντος ἀνάγκη καὶ μέλαν ὑπάρχειν καὶ μεγάλου βραχὺ καὶ περιττοῦ ἄρτιον καὶ γλυκέος πικρὸν καὶ ἡμέρας νύκτα καὶ ὅσα τούτοις ὁμοιότροπα. γενομένης δ’ ἐκπυρώσεως, ἀδύνατόν τι συμβήσεται· τὸ μὲν γὰρ ἕτερον ὑπάρξει τῶν ἐν ταῖς συζυγίαις. τὸ δὲ ἕτερον οὐκ ἔσται. [*](3 προϊδόμενοι M: προειδόμενοι UHP (v) 4 ἀπορῇ UP: ἀπορρῆ H, ἀπορεῖν M 5 ὅτε Η: ὅτι MUP τοσοῦτο U 6 μονονουχὶ M: μονονουχὶ καὶ UHP (v) ἐλάσεως] ἔλα . . . (spat. 3 — 4 litt.) M 7 ἀπειρομεγέθει codd.: ἀπείρῳ μεγέθει ἔχει καὶ τοῦτο M: ἔχει καὶ τοὺς Η ἔχει κατ’ αὐτοὺς v), oblitt. in P, τοὺς (om. ἔχει καὶ) U καὶ τοῦτο] κἀν τούτῳ conicio, κατὰ τοῦτο coni. Wendl. ὅτε δὲ M: ὅτε δὴ HP, ὅτι δὲ U N παλιγγενεσίαν MU: ἐπαγγελίαν ἐσίαν P. ἐπαγγελίαν αἰσίαν Η (Turn.) ἐκ τελείων τῶν μερῶν MHP: ἐκ τελείων μερῶν U: ἐκτελῆ τῶν μερῶν Mang., ἐκτελειοῦται μείων Cumont lacunam post οὐσίας indicavit Mang. (Bernays) 10 δὲ M δ’ ἔτι] δέ τι Η 11. 12 ἔστι δὲ] ἔστι δὴ Cumont 12 δυναμένων UHP: δυνάμεων M (v, sed Mang. corr. in adnot.) πραγμάτων Diels: πράγματος codd. 13 ἐκλογίσασθαι P 14 χρήσαιτ’ M: χρήσαιτο UHPE 15 ἰοὺς] τοῖς M πέρα] πέραν Mang. τοῦ μέτρου Ε φιλονικεῖν Cumont 18 πικρὸν] πικνὸν P 20 τὸ δ’ ἕτερον E) [*](3 Aet. Plac. I 18, 5 (Doxogr. p. 316 b 11) Ζήνων καὶ oi ἀπ’ αὐτοῦ ἐντὸς μὲν ἰοῦ κόσμου μηδὲν εἶναι κενόν, ἔξω δ’ αὐτοῦ ἄπειρον (Zen. frg. 95 Arnim). Diog. La. VII 140 . . . ἔξωθεν δ’ αὐτοῦ τοῦ κόσμου) περικεχυμένον εἶναί τύ κενὸν ἄπειρον, ὅπερ ἀσώματον εἶναι. Aet. Plac. II 9, 2 (Doxogr. p. 338, 1(1) οἱ Στωικοὶ (ἐκτὸς τοῦ κόσμου) εἶναι κενόν, εἰς κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται 6 κόσμος ἄπειρος ὤν. Chrysippi frg. 535. 538. 543 (Arnim).)
πάντων εἰς πῦρ ἀναλυθέντων, κοῦφον μὲν ἔσται τι καὶ μανὸν καὶ θερμόν — ἴδια γὰρ πυρὸς ταῦτα —, βαρὺ δ’ οὐδὲν ἢ πυκνὸν ἢ ψυχρόν, τὰ τοῖς λεχθεῖσιν ἐναντία. πῶς οὖν ἄν τις ἐπιδείξαι μᾶλλον τὴν πεπλεγμένην ἐκ τῆς ἐκπυρώσεως ἀκοσμίαν ἢ τὰ φύσει συνυπάρχοντα δεικνὺς ἀπαρτώμενα τῆς συζυγίας; ἡ δ’ ἀλλοτρίωσις ἐπὶ τοσοῦτον κεχώρηκεν, ὡς τοῖς μὲν ἀιδιότητα προσομολογεῖν, τοῖς δὲ τὸ ἀνύπαρκτον.
Ἔτι τοίνυν κἀκεῖνό μοι δοκεῖ μὴ ἀπὸ σκοποῦ τοῖς ἰχνηλατοῦσι τἀληθὲς εἰρῆσθαι· φθειρόμενος ὁ κόσμος ἤτοι ὑπό τινος ἑτέρας φθαρήσεται αἰτίας ἢ ὑπὸ θεοῦ. ὑπ’ ἄλλου μὲν οὐδενὸς τὸ παράπαν δέξεται διάλυσιν· οὐδὲν γάρ ἐστιν ὃ μὴ περιέχει· τὸ δὲ περιεχόμενον καὶ κατακρατούμενον ἀσθενέστερον δήπου τοῦ περιέχοντος, ὑφ’ οὗ καὶ κατακρατεῖται. ὑπὸ δὲ θεοῦ φθείρεσθαι λέγειν αὐτὸν πάντων ἀνοσιώτατον· ὁ γὰρ θεὸς οὐκ ἀταξίας καὶ ἀκοσμίας καὶ φθορᾶς ἀλλὰ τάξεως καὶ εὐκοσμίας καὶ ζωῆς καὶ παντὸς αἴτιος ἀνωμολόγηται τοῦ ἀρίστου παρὰ τοῖς τἀληθῆ δοξάζουσι.
Θαυμάσαι δ’ ἄν τις τοὺς τὰς ἐκπυρώσεις καὶ παλιγγενεσίας θρυλοῦντας οὐ μόνον ἕνεκα τῶν εἰρημένων, οἷς ἀπελέγχονται ψευδοδοξοῦντες, ἀλλὰ καὶ δι’ ἐκεῖνο μάλιστα. τεττάρων γὰρ ὄντων στοιχείων, ἐξ ὧν ὁ κόσμος συνέστηκε, γῆς, ὕδατος, ἀέρος, πυρός, τίνος ἕνεκα πάντων ἀποκληρωσάμενοι τὸ πῦρ τὰ ἄλλα φασὶν εἰς τοῦτο μόνον ἀναλυθήσεσθαι; δέον γάρ, εἴποι τις ἄν, — πῶς οὔκ; — εἰς ἀέρα ἢ ὕδωρ ἢ γῆν· ὑπερβάλλουσαι γὰρ καὶ ἐν τούτοις εἰσὶ δυνάμεις. ἀλλ’ οὐδεὶς ἐξαεροῦσθαι ἢ ἐξυδατοῦσθαι ἢ ἀπογεοῦσθαι τὸν κόσμον εἶπεν, ὥστ’ εἰκὸς ἦν μηδὲ ἐκπυροῦσθαι φάναι.
[*](1 φέρε δὲ M πάντων γὰρ E 2 ἔστι Ε. ἐστι MUHP (v) τι om. UE ῥοία γὰρ E: γὰρ om. MUHP 3 πικνὸν (e πικρὸν corr.) M ψυχρὸν ἢ πυκνὸν transp. HP 4 ἐπιδείξαι Diels: ἐπιχῆται MUHP, ἐπίσχηται LE ἐπίσχηται δήπου E cod. a) ; ἐπίσχοι v; ἐπιφήναι conieceram, ἐπισημῆναι coni. Wendl. ἐκπυρώσεως E (Cumont) : πυρώσεως MUHP (v) 5 ἀλλωτρίωσις M 6 ὡς τοῖς] αὐτοῖς L (Turn.) 9 ἑτέρας om. Ε 10 μὲν] δὲ E; μὲν 003E; coni. Wendl. 11. 12 κατακρατούμενον Mang. (Diels): κρατούμενον codd. 12 ἀστενέστερον P καὶ post ὑφ’ οὗ seclusit Cumont 14 εὐταξίας H καὶ ante φθορᾶς om. l 15 ἀνωμολόγηται τοῦ ἀρίστου] ἀγαθοῦ ἀνωμολόγηται E παρὰ] περὶ M 16 τοῖς om. HP (v) τἀληθῆ H(P?)E: ἀληθῆ MU 17 θαυμάσαι δ’ ἄν τις— 107,5 συνηρτημένην ἀκολουθίαν om. E 18 θρυλλοῦντας U (v) 20 συνέστηκεν MU ἕνεκα codd.: ἕνεκεν v 21 τά ἄλλα UHP: τἄλλα M ἀναλυθήσεσθαι ex ἀναλυστήσεσθαι corr. M, ἀναληθήσεσθαι U 21. 22 δέον γάρ] δεόντως coni. Cumont: γάρ post πῶς transponendum censuit Mang. 22 εἴποι τις ἄν MU: εἰπόντες ἄν HP; εἰπέ τις ἄν Turn. ὑπερβάλλουσαι—εἶπεν (24) repet. U post θάνατον (106. 2) 24 μηδὲ UV: μηδ’ U, μὴν δὲ M)Χρὴ μέντοι καὶ τὴν ἐνυπάρχουσαν ἰσονομίαν τῷ κόσμῳ κατανοήσαντας ἢ δεῖσαι ἢ αἰδεσθῆναι τοσούτου θεοῦ κατηγορεῖν θάνατον· ὑπερβάλλουσα γάρ τις τῶν τεττάρων ἀντέκτισις δυνάμεων ἰσότητος κανόσι καὶ δικαιοσύνης ὅροις σταθμωμένων τὰς ἀμοιβάς.
καθάπερ γὰρ αἱ ἐτήσιοι ὧραι κύκλον ἀμείβουσιν ἀλλήλας ἀντιπαραδεχόμεναι πρὸς τὰς ἐνιαυτῶν οὐδέποτε ληγόντων περιόδους, [εἰς] τὸν αὐτὸν τρόπον [τίθησι] καὶ τὰ στοιχεῖα τοῦ κόσμου ταῖς εἰς ἄλληλα μεταβολαῖς, τὸ παραδοξότατον. θνῄσκειν δοκοῦντα ἀθανατίζεται δολιχεύοντα ἀεὶ καὶ τὴν αὐτὴν ὁδὸν ἄνω καὶ κάτω συνεχῶς ἀμείβοντα.
ἡ μὲν οὖν προσάντης ὁδὸς ἀπὸ γῆς ἄρχεται· τηκομένη γὰρ εἰς ὕδωρ [μετα]λαμβάνει τὴν μεταβολήν, τὸ δ’ ὕδωρ ἐξατμιζόμενον εἰς ἀέρα, ὁ δ’ ἀὴρ λεπτυνόμενος εἰς πῦρ· ἡ δὲ κατάντης ἀπὸ κεφαλῆς, συνίζοντος μὲν πυρὸς κατὰ τὴν σβέσιν εἰς ἀέρα, συνίζοντος δ’ ὁπότε συνθλίβοιτο εἰς ὕδωρ ἀέρος, ὕδατος δὲ [τὴν πολλὴν ἀνάχυσιν] κατὰ τὴν εἰς γῆν πυκνουμένου μεταβολήν.