De Aeternitate Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

Οὐ μὴν ἀλλὰ κἀκεῖνο σκοπεῖν ἄξιον, ὅτι πᾶν τὸ γενόμενον ἐν ἀρχῇ μὲν δεῖ πάντως ἀτελὲς εἶναι, χρόνου δὲ προϊόντος αὔξεσθαι μέχρι παντελοῦς τελειώσεως· ὥστε, εἰ γέγονεν ὁ κόσμος, ἦν μέν ποθ’, ἵνα κἀγὼ χρήσωμαι τοῖς ἡλικιῶν ὀνόμασι, κομιδῇ νήπιος, ἐπιβαίνων δ’ αὖθις ἐνιαυτῶν περιόδοις καὶ μήκεσι χρόνων ὀψὲ καὶ μόλις ἐτελειώθη· τοῦ γὰρ μακροβιωτάτου βραδεῖα ἐξ ἀνάγκης ἀκμή.

τὸν δὲ κόσμον εἴ τις νομίζει χρήσασθαί ποτε ταῖς τοιαύταις μεταβολαῖς, ἀθεραπεύτῳ μανία κεκρατημένος μὴ ἀγνοείτω· δῆλον γὰρ ὡς οὐ μόνον αὐτοῦ τὸ σωματοειδὲς αὐξηθήσεται, λήψεται δὲ καὶ ὁ νοῦς ἐπίδοσιν, ἐπεὶ καὶ οἱ φθείροντες αὐτὸν λογικὸν εἶναι ὑπονοοῦσιν.

οὐκοῦν ἀνθρώπου τρόπον ἐν ἀρχῇ μὲν τῆς γενέσεως ἄλογος ἔσται, περὶ δὲ τὴν ἀκμάζουσαν ἡλικίαν λογικός· ἅπερ οὐ μόνον λέγειν ἀλλὰ καὶ ὑπονοεῖν ἀσεβές· τὸν γὰρ τελειότατον ὁρατῶν θεῶν περίβολον καὶ τοὺς ἐν μέρει περιέχοντα κληρούχους πῶς οὐκ ἄξιον ὑπολαμβάνειν ἀεὶ τέλειον κατά τε σῶμα καὶ ψυχήν, ἀμέτοχον κηρῶν, αἷς τὸ γενητὸν καὶ φθαρτὸν πᾶν συνέζευκται;

Πρὸς δὲ τούτοις φησὶ τριττὰς αἰτίας δίχα τῶν ἔξωθεν ὑποβεβλῆσθαι ζῴοις τελευτῆς, νόσον, γῆρας, ἔνδειαν, ὧν οὐδεμιᾷ τὸν κόσμον ἁλωτὸν εἶναι· πεπηγέναι τε γὰρ ἐξ ὅλων τῶν στοιχείων, ὡς ὑπὸ μηδενὸς ὑπολειφθέντος καὶ ἀπελευθεριάζοντος μέρους βιασθῆναι, κατακρατεῖν τε τῶν δυνάμεων, ἐξ ὧν αἱ ἀσθένειαι, τὰς δ’ ὑπεικούσας ἄνοσον καὶ ἀγήρων αὐτὸν διαφυλάττειν, αὐταρκέστατόν τε αὐτὸν αὑτῷ καὶ ἀνεπιδεᾶ παντὸς [*](1 αἴτιος δὲ HP αὑτῶ U: αὐτῶ MHP 4 δεῖ πάντως Bernays: δὴ πάντως ΜU, πάντως δεῖ ΗP (Tuvn.) ; δὴ πάντως δεῖ Mang. 5 ὥστε om. in lac. M 6 νηπίως M 7 μήκεσι] μήκει coni. Mang. 10 ἀγνοείτω v (Turn.): ἀγνοείσθω codd. 13 περὶ δέ MU: παρὰ (om. δὲ) HP (Turn.) 15 ὁρατῶν θεῶν Cumont: ὁρατ (sic) M, ορατὸν UHP (v) ; ὁρατῶν Bernays, τῶν ὁρατῶν Buecheler περιέχοντα HP: περιέχοντας MU κληρούχους vix sanum putavit Cumont. κλῃδούχους dubitanter coni. Diels 17 γενητὸν M: γεννητόν UHP φθαρτὸν ΗΡ: ἄφθαρτον MU 18 τρίτας Η 20 τε MU: τὸ HP (εἶναι πεπηγέναι· τὸ γὰρ Turn.) ὡς] καὶ U; ὡς ante βιασθῆναι (21) transp. Mang. (Bernays) ex glossemate p. 80, 19 ὑπὸ Buecheler: ἄτε codd. 21 κατακρατῶν M τε codd.: τε καὶ v 22 ἀγήρων Cumont: ἀγήρω MU, ἀγείρω HP 23 prius αὐτόν] αὐτὴν M αὑτῶ U: αὐτῶ HP, αὐτῶν M παντὸς] πάντως coni. Buecheler: at cf. e. gr. de spec. leg. I § 204 πάντων ἀνεπιδεής) [*](11. 12 cf. adnot. ad p. 102, 2.)

v.6.p.96
γεγονέναι, μηδενὸς τῶν εἰς διαμονὴν ὑστερίζοντα, τὰς κενώσεως καὶ πληρώσεως ἐν μέρει διαδοχὰς ἀπωσάμενον, αἷς διὰ τὴν ἄμουσον ἀπληστίαν τὰ ζῷα χρῆσθαι, θάνατον ἀντὶ ζωῆς μνώμενα ἤ, τό γε ἀσφαλέστερον εἰπεῖν, οἰκτρότερον βίον ἀπωλείας.

Ἔτι τοίνυν, εἰ μὲν μηδεμία φύσις ἀίδιος ἑωρᾶτο, ἧττον ἂν ἐδόκουν οἱ φθορὰν εἰσηγούμενοι τοῦ κόσμου, μηδὲν γὰρ ἔχοντες παράδειγμα ἀιδιότητος, [ἐδόκουν οἱ φθορὰν εἰσηγούμενοι τοῦ κόσμου ἂν] εὐπροφάσιστα ἀδικεῖν. ἐπεὶ δὲ εἱμαρμένη κατὰ τοὺς ἄριστα φυσιολογοῦντας ἄναρχος καὶ ἀτελεύτητός ἐστιν, εἴρουσα τὰς ἑκάστων ἀνελλιπῶς καὶ ἀδιαστάτως αἰτίας, τί δήποτ’ οὐχὶ καὶ τὴν τοῦ κόσμου φύσιν λεκτέον εἶναι μακραίωνα, τὴν τάξιν τῶν ἀτάκτων, τὴν ἁρμονίαν τῶν ἀναρμόστων, τὴν συμφωνίαν τῶν ἀσυμφώνων, τὴν ἕνωσιν τῶν διεστηκότων, τὴν ξύλων μὲν καὶ λίθων ἕξιν, σπαρτῶν δὲ καὶ δένδρων φύσιν, ψυχὴν δὲ ζῴων ἁπάντων, ἀνθρώπων δὲ νοῦν καὶ λόγον, ἀρετὴν δὲ σπουδαίων τελειοτάτην; εἰ δ’ ἡ τοῦ κόσμου φύσις ἀγένητός τε καὶ ἄφθαρτος, δῆλον ὅτι καὶ ὁ κόσμος, αἰωνίῳ συνεχόμενος καὶ διακρατούμενος δεσμῷ.

Νικηθέντες δὲ ὑπὸ τῆς ἀληθείας καὶ τῶν ἀντιδοξούντων ἔνιοι μετεβάλοντο· προσκλητικὴν γὰρ ἔχει δύναμιν τὸ κάλλος, τὸ δ’ ἀληθὲς δαιμονίως ἐστὶ καλόν, ὡς τὸ ψεῦδος ἐκτόπως αἰσχρόν. Βοηθὸς γοῦν ὁ Σιδώνιος καὶ Παναίτιος, ἄνδρες ἐν τοῖς Στωικοῖς δόγμασιν ἰσχυκότες, ἅτε [*](1 ὑστερίζοντα MU: ὑστερίζοντος HP (v) 5 ἐδόκουν] ἠδίκουν Buecheler (Cumont) 6 γὰρ seclusit Turu.: sed cf. Thuc. I 25, 4. Vahlen ad Arist. Poet.3 131 6. 7 παράδειγμα ἀιδιότητος HP: παράδειγμα ἰδιότητος MU; παράδειγμ’ ἀιδιότητος Bernays (Cumont) 7 ἐδόκουν—κόσμου seclusit Bernays (ἐδόκουν—εἰσηγούμενοι Turn., ἐδόκουν retinet Cumont) ἂν εὐπροφάσιστα MU (ἂν seclusi): ἄν HP: ἄνευ προφάσεως v (Turn.) 8 ἀδικεῖν] διδάσκειν Cumout, λέγειν Buecheler ἁ 9 τὰς] τοὺς P 11 ἀναρμότων HP 12 συμφώνων (sic) Η 13 σπαρτῶν δὲ scripsi: σπαρτῶν τε codd. 15 ἀγένητος M: ἀγέννητος UHP τε om. U δηλονότι M αἰωνίῳ V (Turn.): αἰῶνι MU, αἰώνιος HP 17 δ’ U 18 προσκλητικὴν] προσελκτικὴν coni. Mang. 19 ὁ σιδώνιος M: ὁ ἰδώνιος U, ἡ σιδώνιος HP; καὶ Ποσειδώνιος v (Turn.) 20 Παναίτιος v (Turn.): πάνεπος codd.) [*](2 ἄμουσον ἀπληστίαν: cf. Plat. Tim. 73 a . . . ὅπως μὴ ταχὺ διεκπερῶσα ἡ τροφὴ ταχὺ πάλιν τροφῆς ἑτέρας δεῖσθαι τὸ σῶμα ἀναγκάζοι καὶ παρέχουσα ἀπληστίαν διὰ γαστριμαργίαν ἀφιλόσοφον καὶ ἄμουσον πᾶν ἀποτελοῖ τὸ γένος. 8. 9 Aet. Plac. I 28, 4 (Doxogr. p. 324 a 1) οἱ Στωικοὶ (τὴν εἱμαρμένην) εἱρμὸν αἰτιῶν, τουτέστι τάξιν καὶ ἀπαράβατον. Diog. La. VII 149 ἔστι δ’ εἱμαρμένη αἰτία τῶν ὄντων εἰρομένη ἡ λόγος καθ’ ὃν ὁ κόσμος διεξάγεται. cf. Chrysippi frg. 913 sqq. (Arnim). 20 Diog. La. VII 142 . . . Παναίτιος δ’ ἄφθαρτον ἀπεφήνατο τὸν κόσμον. Doxogr. p. 469 b 7 (Arius Didymus) Παναίτιος πιθανωτέραν εἰνὶ νομίζει καὶ μᾶλλον ἀρέσκουσαν αὑτῷ τὴν ἀιδιότητα τοῦ κόσμου ἢ τὴν τῶν ὅλων εἰς πῦρ μεταβολὴν.)

v.6.p.97
θεόληπτοι, τὰς ἐκπυρώσεις καὶ παλιγγενεσίας καταλιπόντες πρὸς ὁσιώτερον δόγμα τὸ τῆς ἀφθαρσίας τοῦ κόσμου παντὸς ηὐτομόλησαν.

λέγεται δὲ καὶ Διογένης ἡνίκα νέος ἦν συνεπιγραψάμενος τῷ δόγματι τῆς ἐκπυρώσεως ὀψὲ τῆς ἡλικίας ἐνδοιάσας ἐπισχεῖν· οὐ γὰρ νεότητος ἀλλὰ γήρως τὰ σεμνὰ καὶ περιμάχητα διιδεῖν, καὶ μάλισθ’ ὅσα μὴ δικάζει ἡ ἄλογος καὶ ἀπατηλὸς αἴσθησις ἀλλ’ ὁ καθαρώτατος καὶ ἀκραιφνέστατος νοῦς.

ἀποδείξεσι δ’ οἱ περὶ τὸν Βοηθὸν κέχρηνται πιθανωτάταις, ἃς αὐτίκα λέξομεν· εἰ, φασί, γενητὸς καὶ φθαρτὸς ὁ κόσμος, ἐκ τοῦ μὴ ὄντος τι γενήσεται, ὅπερ καὶ τοῖς Στωικοῖς ἀτοπώτατον εἶναι δοκεῖ. διὰ τί; ὅτι οὐδεμίαν φθοροποιὸν αἰτίαν εὑρεῖν ἔστιν, οὔτ’ ἐντὸς οὔτ’ ἐκτός, ἣ τὸν κόσμον ἀνελεῖ· ἐκτὸς μὲν γὰρ οὐδέν ἐστιν ὅτι μὴ τάχα που κενόν, τῶν στοιχείων ἀποκριθέντων εἰς αὐτὸν ὁλοκλήρων, εἴσω δ’ οὐδὲν νόσημα τοιοῦτον, ὃ γένοιτ’ ἂν αἴτιον θεῷ τοσούτῳ διαλύσεως. εἰ δ’ ἀναιτίως φθείρεται, δῆλον ὅτι ἐκ τοῦ μὴ ὄντος ἔσται ἡ γένεσις τῆς φθορᾶς, ὅπερ οὐδ’ ἡ διάνοια παραδέξεται.

Καὶ μήν φασιν, ὅτι γενικοὶ τρόποι φθορᾶς εἰσι τρεῖς· ὅ τε κατὰ διαίρεσιν καὶ ὁ κατὰ ἀναίρεσιν τῆς ἐπεχούσης ποιότητος καὶ ὁ κατὰ σύγχυσιν. τὰ μὲν οὖν ἐκ διεστηκότων, αἰπόλια, βουκόλια, χοροί, στρατεύματα, ἢ πάλιν ἐκ συναπτομένων σώματα παγέντα διαστάσει καὶ διαιρέσει λύεται· κατὰ δὲ ἀναίρεσιν τῆς ἐπεχούσης ποιότητος ὁ μετασχηματιζόμενος κηρὸς ἢ καταλεαινόμενος, ἵνα μηδὲ ἑτεροειδῆ τινα παράσχῃ τύπον μορφῆς· [*](1 καὶ τὰς ἐκπυρώσεις U ὁσιώτερον Cumont: θειότερον codd. 2 τὸ om. U παντὸς] πάντως Buecheler (Cumont) ; at cf. Arnim, Quellenstudien p. 18 4 ἐνδοιάσας ι ex u corr.) M: ἐνδυάσας UHP γὰρ νεότητος] γενναιότατος M 5 διιδεῖν δεῖ ἰδεῖν UP (Turn.), δεῖ εἴδειν Η 6 ἀπατηλὸς codd.: ἀπατηλὴ v (Turn.) 7 δὲ E πιθανοτάταις UHE ἅς ME: αἷς UHP 8 εἰ, φασι] φασὶ γὰρ εἰ E γεννγτὸς U 9 δοκεῖ εἷναι E 10 αἰτίαι εὑρεῖν MUE: εὑρεῖν αἰτίαν HP (v) 13 θεῶ Cumont: τῶ codd. 14 δῆλον ὅτι UE: δηλονότι MHP 15 τῆς φθορᾶς] καὶ φθορά coni. Mang. οὐδ’ ἡ] οὐδὲ M (Bemays) 16 φθοράς τρόποι E 17 καὶ post διαίρεσιν om. HP (v) καὶ ὁ—ποιότητος om. E cod. b 18 στρατεύματα, χοροί E 19 συναπτομένων V (Turn.): συναπτομένου codd. σώματα UHP: σώματος ME τῆ διαστάσει HP (Turn.) λύεται UE: λύονται MHP (v) 20. 21 κηρὸς ἢ καταλεαινόμενος om. UE 21 καταλεαινόμενος Diels: καὶ λεαινόμενος ΜΗΡ παράσχῃ] περίσχῃ M τύπον παράσχῃ Ε) [*](2 sqq. Diog. Babyl. frg. 27 (Αrnim, Stoic. vet. fragm. III p. 215). idem de Zenone Tarsensi tradit Arius Didymus (Doxographi p. 469 a 3): τὸν μὲν γὰρ τούτου (Chrysippi) μαθητὴν καὶ διάδοχον τῆς σχολῆς Ζήνωνά φασιν ἐπισχεῖν περὶ τῆς ἐκπυρώσεως τῶν ὅλων. 16 cf. Doxogr. p. 462, losqq. (Arius Didym.). Zellor. Philos. d. Griech. III 1 3, 95. 18 τά ἐκ διεστηκότων: Zeller III 1 3, 97.)

v.6.p.98
κατὰ δὲ σύγχυσιν, ὡς ἡ παρὰ ἰατροῖς τετραφάρμακος· αἱ γὰρ δυνάμεις τῶν συνενεχθέντων ἠφανίσθησαν εἰς ἐξαιρέτου μιᾶς γένεσιν ἀποτελεσθείσης.

ποίῳ δὴ τούτων ἄξιον τὸν κόσμον φθείρεσθαι φάναι; τῷ κατὰ διαίρεσιν; ἀλλ’ οὔτε ἐκ διεστηκότων ἐστίν, ὡς τὰ μέρη σκεδασθῆναι, οὔτε ἐκ συναπτομένων, ὡς διαλυθῆναι, οὔτε τὸν αὐτὸν τρόπον τοῖς ἡμετέροις ἥνωται σώμασι· τὰ μὲν γὰρ ἐπικήρως τε ἐξ ἑαυτῶν ἔχει καὶ δυναστεύεται πρὸς μυρίων ὑφ’ ὧν βλάπτεται, τοῦ δ’ ἀήττητος ἡ ῥώμη πολλῇ τινι περιουσίᾳ πάντων κατακρατοῦσα.