De Aeternitate Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
τί δ’ ἐμποδὼν ἦν ἀνθρώπους καθάπερ φασὶ πρότερον καὶ νῦν βλαστάνειν; οὕτως καὶ ἡ γῆ γεγήρακεν, ὡς διὰ χρόνου μῆκος ἐστειρῶσθαι δοκεῖν; ἀλλ’ ἐν ὁμοίῳ μένει νεάζουσα ἀεί, διότι τετάρτη μοῖρα τοῦ παντός ἐστι καὶ ἕνεκα τῆς τοῦ ὅλου διαμονῆς ὀφείλει μὴ φθίνειν, ἐπεὶ καὶ τὰ ἀδελφὰ στοιχεῖα αὐτῆς ὕδωρ ἀήρ τε καὶ πῦρ ἀγήρω διατελεῖ.
πίστις δὲ ἐναργὴς τῆς ἀδιαστάτου καὶ ἀιδίου περὶ γῆν ἀκμῆς τὰ [*](1 ἕδει] εἴδει U καθωρισμένα U 2 ἐγέννησεν M; ἐπενόησε coni. Mang. 3 δὲ M 4 ταῖς] τοῖς Η δὲ M ἀνωτάτω] ἄνω conicio βαθμῶν MU: βαθμὸς HP (Turu.) 6 παρισχυούσης M ἀποδίδωσιν ἀσθενεῖ Bernays: ἀποδιδοὺς ἐν ἀσθενεῖ MHP, ἀποδιδοὺς εὐσαθενεῖ U; ἀποδίδωσιν coni. iam Mang. 7 ἐξ ἀρχῆς ἠγνοηκότων scripsi: ἐξηγνοηκότων UHP (ἐξ ἠγνοηκότων Turn.), ἠγνοηκότων Μ; in ἐξ latere fortasse ἐκ γῆς putavit Diels 10 δὲ om. U τῶν ὅλων M: τῶν om. UHP (Turn.) 13 ἁρμόττον ἐνόμιζεν MU: ἐνόμιζεν ἐνόμιζεν HP (v) 14 γινόμενος HP: γενόμενος MU ἀλλ’ oni. L (Turn.) 16 μηδὲ] οὐδέ conicio; μηδὲ μείωσιν προσεῖναι εὔλογον coni. Wendl. post πρόσεστι spat. c. litt. in M; ἔμπαλιν suppl. Cumont, εἰκότως Bernays (Diels) μὲν γὰρ M (Mang. Bernays): μὲν οὗν UHP (Turn. Cumont) μέχρι (sed με in ras.) P 17 ἄχρι γήρως MU: ἄχρι καὶ γήρως HP (v) 19 ἐπιγίνεσθαι P 20 οὕτως MU: οὕτω HP: οὔπω V (Turn.) 21 μένε] μέμεινε Η 22 ἐστιν Η 22. 23 φθίνειν HP: φθάνειν MU 24 δ’ U) [*](7 sqq. cf. Bernays, Theophrastos Schrift uber Frommigkeit p. 43.)
ἁπάσαις ζῴων ἰδέαις ἀναδιδοῦσα. παρ’ ὅ μοι δοκοῦσιν οὐκ ἀπὸ σκοποῦ ποιηταὶ Πανδώραν αὐτὴν ὀνομάσαι, πάντα δωρουμένην [καὶ] τὰ πρὸς ὠφέλειαν καὶ ἡδονῆς ἀπόλαυσιν οὐ τισὶν ἀλλὰ πᾶσιν ὅσα ψυχῆς μεμοίραται. εἰ γοῦν τις ἔαρος ἀκμάσαντος πτερωθεὶς ἀρθείη μετάρσιος καὶ κατίδοι τήν τε ὀρεινὴν καὶ πεδιάδα, τὴν μὲν εὔχορτον καὶ χλοηφόρον πόας καὶ χιλὸν κριθάς τε καὶ πυροὺς καὶ μυρίας ἄλλας σπαρτῶν φύσεις ἀναδιδοῦσαν, ἅς τε γεωργοὶ κατεβάλοντο καὶ ἃς ἀπαυτοματίζουσα ἡ τοῦ ἔτους ὥρα παρέχεται, τὴν δὲ κλάδοις καὶ φυλλάσι κατάσκιον, οἷς ἐπικοσμεῖται τὰ δένδρα, καὶ καρπῶν περιπληθεστάτην, οὐχὶ τῶν πρὸς ἐδωδὴν μόνον ἀλλὰ καὶ οἷς πόνους ἀκεῖσθαι συμβέβηκεν — ὁ μὲν γὰρ τῆς ἐλαίας καρπὸς σώματος κάματον ἰᾶται, ὁ δὲ τῆς ἀμπέλου ποθεὶς μετρίως ἐπιχαλᾷ τὰς σφοδρὰς ὀδύνας ψυχῆς —,
ἔτι δὲ τὰς ἀπὸ τῶν ἀνθέων ἀναφερομένας εὐωδεστάτας αὔρας καὶ τὰς τῶν χρωμάτων ἀμυθήτους ἰδιότητας τέχνῃ δαιμονίῳ πεποικιλμένας, τὴν δ’ ὄψιν ἀποκλίνας ἀπὸ τῶν ἡμέρων ἐν μέρει πάλιν αἰγείρους, κέδρους, πεύκας, ἐλάτας, δρυῶν ὕψη περιμηκέστατα, τὰς ἄλλας τῶν ἀγρίων συνεχεῖς καὶ βαθείας ὕλας περιαθρήσειεν, αἳ τὰ πλεῖστα καὶ μέγιστα τῶν ὀρῶν καὶ τὴν πολλὴν ὅση [*](1 καθαρθεῖσα codd.: καταρθεῖσα (a κατάρδω irrigo) Mang. (Beruays Cumont) 2 φορᾶς Mang.: φθορᾶς codd. 3 οἰκείαν] οἰκίαν M 4 εἶτα M ἀφθόνας (sed ας in ους corr. ut vid.) U 5 παρό H 6 αὐτὴν mg, U, αὐτοὺς in textu U καὶ seclusit Bernays 8 μεμοίραται v (Turu.): μεμοίρανται codd. 9 τήν ante τε om. Η τε ss. H, om. L (v) ὀρινὴν M 10 χιλῶν Μ, χυλὸν L, (Turn.) πυροὺς] πυρὰς H 11 ἀναδιδοῦσαν U: ἃς ἀναδιδούσαν (sic) Μ, ἀναδιδούσας HP κατεβάλοντο MU: κατεβάλλοντο HP ἀπαυματοματίζουσα U 12 φυλλάδι P 14 ἀκεῖσθαι πόνους transp. U 16 τῆς ψυχῆς U ἔτι δέ καὶ U ἀνθέων M: ἀνθῶν UHP (ν): cf. Phryn. p. 454 Lob. 17 εὐωδεστάτας M: εὐοδεστάτας U, εὐωδεστέρας HP (v) χρωμάτων] ἀνθέων M (Bernays) 18 δαιμονία M 19 post πάλιν add. ὄψει U: κέδρους U: καὶ κέδρους MHP (v) 20 τὰς ἄλλας codd. (Turn.): τὰς ἄλλων Maug. 21 περιαθρήσειας M) [*](1 καθαρθεῖσα: cf. Plat. Tim. 22d . . . ὅταν δ’ αὖ οἱ θεοὶ τὴν γῆν ὔδασι καθαίροντες κατακλύζωσιν. 14 πόνους ἀκεῖσθαι: cf. Plat. Menex. 238 a ἐλαίου γένεσιν πόνων ἀρωγήν.)
ὥστ’ οὐδὲν ἐλαττωθεῖσα τῆς παλαιᾶς ἰσχύος καὶ νῦν ἄν, εἴ γε τὸ πρότερον, ἔτικτεν ἀνθρώπους, ὑπὲρ δυοῖν τοῖν ἀναγκαιοτάτοιν, ἑνὸς μὲν τοῦ μὴ λιποτακτεῖν τάξιν οἰκείαν καὶ μάλιστα ἐν σπορᾷ καὶ γενέσει τοῦ χερσαίων ἁπάντων ἀρίστου καὶ ἡγεμόνος ἀνθρώπου, δευτέρου δὲ γυναικῶν ἐπικουρίας, αἳ κύουσαι μὲν βαρυτάτοις ἄχθεσι δέκα που μῆνας πιέζονται, μέλλουσαι δ’ ἀποτίκτειν πολλάκις ὠδῖσιν αὐταῖς ἐναποθνῄσκουσιν.
ὅλως τοῦτ’ οὐκ εὐήθεια δεινὴ μήτραν ὑπολαμβάνειν γῆν ἐγκεκολπίσθαι πρὸς ἀνθρώπων σποράν; τὸ γὰρ ζῳογονοῦν χωρίον ἐστὶ μήτρα, „φύσεως“, ὡς εἶπέ τις, „ἐργαστήριον“, ἐν ᾧ ζῷα μόνον διαπλάττεται· τὸ δὲ οὐ γῆς μέρος ἐστίν, ἀλλὰ ζῴου θήλεος, δημιουργηθὲν εἰς γένεσιν· ἐπεὶ καὶ μαζοὺς καθάπερ γυναικὶ γῇ φατέον ἡνίκα ἠνθρωπογόνει προσγενέσθαι, τροφὴν ἵν’ ἔχωσιν οἰκείαν οἱ πρῶτον ἀποκυηθέντες· ἀλλὰ γὰρ οὐ ποταμός, οὐ πηγή τις οὐδαμοῦ τῆς οἰκουμένης ἀνθ’ ὕδατος μνημονεύεταί ποτε ὀμβρῆσαι γάλα.
πρὸς δὲ δὴ τούτοις, ὥσπερ γαλακτοτροφεῖσθαι χρὴ τὸ ἀρτίγονον, οὕτως καὶ τῇ δι’ ἀμπεχόνης σκέπῃ χρῆσθαι διὰ τὰς ἀπὸ κρυμοῦ καὶ θάλπους ἐγγινομένας τοῖς σώμασι ζημίας, οὗ χάριν μαῖαι καὶ μητέρες, αἷς ἀναγκαία φροντὶς εἰσέρχεται τῶν γεννωμένων, κατασπαργανοῦσι τὰ βρέφη. τοὺς δὲ γηγενεῖς φύντας πῶς οὐκ ἄν τις εὐθὺς διέφθειρε γυμνοὺς ἐαθέντας ἢ ἀέρος κατάψυξις ἢ ἀφ’ ἡλίου φλογμός; κρυμοὶ γὰρ καὶ θάλπη κρατήσαντα νόσους καὶ φθορὰς ἀπεργάζονται.
ἐπειδὴ δ’ ἅπαξ ἤρξαντο ἀλογεῖν ἀληθείας οἱ μυθοπλάσται, τοὺς Σπαρτοὺς ἐκείνους καὶ ἐνόπλους ἐτερατεύσαντο [*](1 ὑπορείου U (coni. Mang.), ὑπορίου M: ὑπερορείου P, ὑπερορεία ut vid. Η: ὑπερορίας ν (Turn.) συσκιάζουσι MU: σκιάζουσι HP (Turn.) 2 ἀκμῆς M 3 εἴ γε MU: ἧ γε HP, ἦγε L (Turn.) ἔτικ(τεν) in ras. M 4 λειποτακτεῖν UHP (v), λιποτάκτην M 6 δευτέρου MU: δεύτερον HP γυναικῶν Mang.: γυναικός codd. 7 πιέζονται Mang.: βιάζονται codd. δέ M 8 ἐναποθνήσκουσιν codd.: ἀποθνήσκουσιν v ὅλως] ὅσω U τοῦτ᾿ οὐκ εὐήθεια δεινὴ om. in lac. M τοῦτ’ U: τ’ HP (om. v) 11 ζῷα codd.: ζῶον Turn. 12 γῇ om. HP (Turn.) 13 ἀνθρωπογονεῖ (sic) H; ἀνθρωπογονεῖ Turn. ἵν’] ἣν M πρῶτον codd.: πρῶτοι v (Turn.) 15 δέ om. U 16 χρὴ] δεῖ U ἀρτίγονον] ἀρχίγονον M οὕτως MU: οὕτω HP τῇ] τό U 18 σώμασι MU: θάλπουσι HP; τρεφομένοις v (Turn.) 19 εἰσέρχεται Cumont (coll. de sacrif. Ab. et Caini § 39): ἔρχεται codd. γεννωμένων M: γενομένων U, γινομένων HP (Turn.) 21 ἀφ’ om. κρυμοὶ UHP: κρυμνοὶ M 22 ἐπειδὴ codd.: ἐπεὶ v δέ M 23 καὶ ἐνόπλους om. U) [*](10 φύσεως ἐργαστήριον: cf. de spec. leg. III § 33. 109. Leg. ad Gai. II 554 M. dictum auctoris ignoti.)
πανταχοῦ καταγγέλλῃ. τὰ μὲν οὖν τῶν ἐπιτειχιζόντων ψευδολογίαν κατὰ τῆς ἀληθείας φλυαρήματα μετρίως ἐξελήλεγκται. χρὴ δ’ εὖ εἰδέναι, ὅτι ἐξ ἀιδίου κατὰ διαδοχὰς ἐξ ἀνθρώπων βλαστάνουσιν ἄνθρωποι, σπείροντος μὲν εἰς μήτραν ἀνδρὸς ὡς εἰς ἄρουραν, γυναικὸς δ’ ὑποδεχομένης τὰ σπέρματα σωτηρίως, τῆς δὲ φύσεως ἀοράτως ἕκαστα καὶ τῶν τοῦ σώματος καὶ τῶν τῆς ψυχῆς διαπλαττούσης μερῶν καὶ ὅπερ οὐκ ἴσχυσε λαβεῖν ἡμῶν ἕκαστος τοῦθ’ ἅπαντι τῷ γένει δωρησαμένης, τὸ ἀθάνατον· μένει γὰρ εἰς ἀεί, φθειρομένων τῶν ἐν εἴδει, τεράστιον ὡς ἀληθῶς καὶ θεῖον ἔργον. εἰ δ’ ἀίδιον ἄνθρωπος, βραχεῖα μοῖρα τοῦ παντός, ἀγένητος δήπου καὶ ὁ κόσμος, ὥστε ἄφθαρτος.
Ἐπαγωνιζόμενος δ’ ὁ Κριτόλαος ἐχρῆτο καὶ τοιούτῳ λόγῳ· τὸ αἴτιον αὑτῷ τοῦ ὑγιαίνειν ἄνοσόν ἐστιν· ἀλλὰ καὶ τὸ αἴτιον αὑτῷ τοῦ ἀγρυπνεῖν ἄγρυπνόν ἐστιν· εἰ δὲ τοῦτο, καὶ τὸ αἴτιον αὑτῷ τοῦ ὑπάρχειν [*](1 ὕφαιστος P 2 πρώτοις ο ex α corr.) γενομέναις M 2. 3 εἰς ὅπλισιν Diels: ἰσόπαις ἦν codd.; ὁπλίσεως ἣν Bernays, ὅπλων ἢν Buecheler 3 ἡμερώτερον M (Bernays) ὁ ante ἄνθρωπος om. U 4.5 τιθασεύεται scripsi: τιθασσεύεται codd. 5 κηρύκεια scripsi (cf. Leg. ad Gai. p. 560, 11 M.): κηρύκια M. κηρύκιον UH (v). oblitt. in P ἀναδῦναι MU: ἀναδοῦναι HP (v) συμβαντηρίων HP 6 σύμβολα] σύμβολον coni. Mang. 7 καταγγέλλει H 8 ἐξελήλεγκται U: ἐξελήλεκται MHP εὖ] αὖ coni. Mang. 10 ὡς εἰς MU: ὡσεὶ ΗΡ (v) 11 σωτηρίως] δαιμορίως (sic) U 12 τῶν om. HP ἴσχυσε M(U): ἴσχυε HP (v) 12. 13 ἴσχυσεν ἡμῶν λαβεῖν U 14 τεράστιον] ἄφθαρτον coni. Mang. 15 ἔργον] γένος coni. Mang. ἀγένητος M: ἀγέννητος UHP 17 δὲ M 18 αὐτῶ (bis) U: αὐτῶ MHP ἄνοσον] ἄνοσ (i. e. ἄνθρωπος?) M 19 αὑτῶ U: αὐτῶ MHP) [*](10 Plat. Tim. 19d ὡς εἰς ἄρουραν τὴν μήτραν ἀόρατα ὑπὸ σμικρότητος καὶ ἀδιάπλαστα ζῷα κατασπείραντες. cf. Aesch. Septem 737 ματρὸς ἁγνὰν σπείρας ἄρουραν. Eur. Orest. 553 τὸ σπέρμ’ ἄρουρα παραλαβοῦσ’ ἄλλου πάρα. 14. 15 Plat. Symp. 206 c ἔστι δὲ τοῦτο θεῖον τὸ πρᾶγμα, καὶ τοῦτο ἐν θνητῷ ὄντι τῷ ζῴῳ ἀθάνατον ἔνεστιν, ἡ κύησις καὶ ἡ γέννησις. 19 sqq. Ocell. Luc. I 9 οὕτως οὑν καὶ τὸ τοῖς ἄλλοις αἴτιον γινόμενον τῆς αὐτοτελείας αὐτὸ ἐξ ἑαυτοῦ αὐτοτελές ἐστι, καὶ τὸ τοῖς ἄλλοις αἴτιον γινόμενον τῆς σωτηρίας καὶ διαμονῆς αὐτό ἐξ ἑαυτοῦ σῳζόμενον καὶ διαμένον ἐστί . . . ὁ δὲ γε κόσμος αἴτιός ἐστι τοῖς ἄλλοις καὶ τοῦ εἶναι καὶ τοῦ σῴζεσθαι καὶ τοῦ αὐτοτελῆ εἶναι· αὑτὸς ἄρα ἐξ ἑαυτοῦ ἀίδιός ἐστι καὶ αὐτοτελὴς καὶ διαμένων τὸν πάντα αἰῶνα, καὶ δι’ αὐτὸ τοῦτο τοῖς ἄλλοις παραίτιος γινόμενος τῆς διαμονῆς.)