De Aeternitate Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

οὐκοῦν ἀνάγκη λέγειν ὅτι ὁ μὲν κόσμος οὐκ ἔφθαρται ὁ τὸ σῶμα ἀφαιρεθείς, ὥσπερ οὐδὲ ὁ ἀποκοπεὶς τὸν πόδα Δίων, ἀλλ’ ἡ τοῦ κόσμου ψυχή, ὥσπερ Θέων ὁ μηδὲν παθών. ὁ μὲν γὰρ κόσμος ἐπ’ ἐλάττονα οὐσίαν ἀνέδραμεν, ἀφαιρεθέντος αὐτῷ τοῦ σωματοειδοῦς, ἐφθάρη δ’ ἡ ψυχὴ διὰ τὸ μὴ δύνασθαι δύο ἰδίως ποιὰ εἶναι περὶ τὸ αὐτὸ ὑποκείμενον. ἔκθεσμον δὲ τὸ λέγειν φθείρεσθαι τὴν πρόνοιαν· ἀφθάρτου δὲ ὑπαρχούσης, ἀνάγκη καὶ τὸν κόσμον ἄφθαρτον εἶναι.

[*](1 τοῦ ante ἑτέρου om. L (Turn.) 2 κἄπειτα codd.: κἄπειτ’ Cumont 3 ζητημένου M 4 τὸν ante Θέωνα om. U 4.5 ἐστὶ μᾶλλον transp. U 5 οὐδὲν om. M 6 ἀνήρπασται] ἔφθαρται coni. Mang., πεπήρωται coni. Wendl, διέρφθαρται Μ: ἔφθαρται UHP (v) 7 ὁ ἐκτμηθεὶς MU: οὐ τμηθεὶς H(P) ; οὑκτμηθεὶς Cumont 8 ἰδίως ποιὰ Cumont: εἰδοποιοὶ codd. (ἰδίως ποιοὶ Arnim) περὶ ΜU: ἐπὶ HP (v) τὸ αὐτὸ ὑποκείμενον Bernays (cf. l. 23): τοῦ αὐτοῦ ὑποκειμένου codd. 9 δύνατ’ HP: δύναται U, δύνανται M (δύναντ᾿ v) 10 διεφθάρθαι M: ἐφθάρθαι UHP (v) 11 ὑπ’ ἄλλην M αὐτῶν codd. 14 αὐτὴν MU: τὴν αὐτὴν ΗΡ (v) 15 δὲ M τὸ μὲν Cumont: ὁ μὲν codd. 16 τὸ δὲ Cumout: ὁ δὲ codd. 18 οὕτως MU: οὕτω HP ὅσον conicio, ὅσον coni. Cumont αὐτοῦ] αὐτῶ U 20. 21 ὁ μηδὲν παθὼν MHP: μηδέν τι παθών U 22 αὐτῷ] αὐτοῦ P 23 ἰδίως ποιὰ Cumont: εἰδοποιοὺς codd. 24 δὲ MHP: δ’ U)[*](11 Aesch. frsm. 139,4.)
v.6.p.89

Μεγίστην μέντοι παρέχεται πίστιν εἰς ἀιδιότητα καὶ ὁ χρόνος. εἰ γὰρ ἀγένητος ὁὁ χρόνος, ἐξ ἀνάγκης καὶ ὁὁ κόσμος ἀγένητος. διὰ τί; ὅτι, ᾗ φησιν ὁ μέγας Πλάτων, ἡμέραι καὶ νύκτες μῆνές τε καὶ ἐνιαυτῶν περίοδοι χρόνον ἔδειξαν. ἀμήχανον δέ τι τούτων συστῆναι δίχα ἡλίου κινήσεως καὶ τῆς τοῦ παντὸς οὐρανοῦ περιφορᾶς· ὥστ’ εὐθυβόλως ἀποδεδόσθαι πρὸς τῶν εἰωθότων τὰ πράγματα ὁρίζεσθαι χρόνον διάστημα τῆς τοῦ κόσμου κινήσεως. ἐπεὶ δὲ τοῦθ’ ὑγιές ἐστι, γίνεται ὁ κόσμος ἰσῆλιξ τοῦ χρόνου καὶ αἴτιος.

πάντων δ’ ἀτοπώτατον ὑπονοεῖν, ὅτι ἦν ποτε κόσμος, ἡνίκα οὐκ ἦν χρόνος· ἄναρχος γὰρ καὶ ἀτελεύτητος ἡ τούτου φύσις, ἐπεὶ καὶ αὐτὰ ταῦτα, τὸ ἦν, τὸ ποτέ, τὸ ἡνίκα, χρόνον συνεμφαίνει. τούτῳ δ’ ἀκόλουθον τὸ μηδὲ χρόνον ὑποστῆναι καθ’ ἑαυτόν, ἡνίκα κόσμος οὐκ ἦν· τὸ γὰρ μὴ ὑπάρχον οὐδὲ κινεῖται· διάστημα δὲ κοσμικῆς κινήσεως ἐδείχθη ὁ χρόνος ὤν. ἀνάγκη τοίνυν ἑκάτερον ἐξ ἀιδίου ὑφεστάναι γενέσεως ἀρχὴν μὴ λαβόντα· τὰ δ’ ἀίδια φθορᾶς ἀνεπίδεκτα.

τάχα τις εὑρεσιλογῶν Στωικὸς ἐρεῖ, τὸν χρόνον ἀποδεδόσθαι διάστημα τῆς τοῦ κόσμου κινήσεως οὐχὶ τοῦ νυνὶ διακεκοσμημένου μόνον ἀλλὰ καὶ τοῦ κατὰ τὴν ἐκπύρωσιν ὑπονοουμένου. πρὸς ὃν λεκτέον· τὴν ἀκοσμίαν, ὦ γενναῖε, μετατιθεὶς τὰ ὀνόματα κόσμον καλεῖς· εἰ γὰρ οὗτος ὃν ὁρῶμεν [*](1 πίστιν ss. M 2 ἀγένητος (utrumque) M: ἀγέννητος UHP 4 δέ τι τούτων Μ: δ’ ἐπὶ τούτων U, δέ πη τοῦτον HP (v) ἡλίου δίχα transp. M 5 καὶ τῆς UHP: καὶ ἐπὶ τῆς M: καὶ ἔτι τῆς Bernays 7 τοῦ aute κόσμου om. HP ἐπεὶ δὲ M: ἐπειδὴ δὲ U, ἔπειτα δέ HP (ἔπειτ᾿ οὐδέ Turn.) ἐστιν H 6 γὰρ κόσμος Turu. ἰσήληξ M, ἀπῆλιξ Η (ἀφῆλιξ Turn.) 8 δὲ M 9 κόσμος Bernays: χρόνος MUP, ὁ χρόνος Η χρόνος Beruays: κόσμος codd. γάρ καὶ] καὶ γὰρ U 10 ὂν] ἧ H συνεμφαίνει ΜU: συνυφαίνει HP (Turn.) 11 δὲ M ἀκόλουθον codd.: ἀκολουθῶν v ὑποστῆναι—97, 3 συνεπιγραψάμενος ante 80, 18 κατὰ τὸ παντελὲς tradunt codd., huc reduxit Bernays 12 κοσμικῆς mg P, χρονικῆς in textu P 14 τὰ δ’ ἀίδια φθοράς Bernays: τὰ δὲ διαφθορᾶς codd. 15 εὑρεσιλογῶν] εὑρεσιλόγων U, εὑρησιλογῶν M, εὑρήσει λόγων HP 16 νυνὶ διακεκοσμημένου Bernays: νῦν ἰδία κεκοσμημένου codd. (νῦν διακεκοσμημένου coni. iam Mang.) 17 ὑπονοουμένου M: ἐπινοουμένου UHP (v)) [*](3 Plat. Tim. 37 e ἡμέρας γὰρ καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτοὺς οὐκ ὄντας, πρὶν οὐρανὸν γενέσθαι, τότε ἄμα ἐκείνῳ ξυνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται· ταῦτα δὲ πάντα μέρη χρόνου, καὶ τό τ’ ἢν τό τ’ ἔσται χρόνου γεγονότα εἴδη. 6 sq. Doxogr. p. 461,4 Zήνων ἔφησε χρόνον εἶναι κινήσεως διάστημα (Zeno frg. 93 Arnim) . . . Ἀπολλόδωρος δ’ ἐν τῇ Φυσικῇ Τέχνῃ οὕτως ὁρίζεται τὸν χρόνον· χρόνος δ’ ἐστὶ τῆς τοῦ κόσμου κινήσεως διάστημα. (idem traditur de Chrysippo et Posidonio ibid. 1. 23. 13.) Sext. Emp. Pyrrh. Hypot. HI 136 χρόνον γὰρ εἶναί φασιν οἱ μὲν διάστημα τῆς τοῦ ὅλου κινήσεως (ὅλον δέ λέγω τὸν κόσμον), οἱ δέ αὐτὴν τὴν κίνησιν τοῦ κόσμου. Diog. La. VII 141 ἔτι δὲ καὶ τόν χρόνον ἀσώματον, διάστημα ὄντα τῆς τοῦ κόσμου κινήσεως.)

v.6.p.90
ἐτύμως καὶ προσφυέστατα κόσμος κέκληται, διατεταγμένος καὶ διακεκοσμημένος ἀνεπανορθώτου τέχνης ἀκρότητι, τὴν πρὸς τὸ πῦρ αὐτοῦ μεταβολὴν δεόντως ἄν τις ἀκοσμίαν ὀνομάσαι.

Κριτόλαος δέ τις τῶν κεχορευκότων Μούσαις, τῆς Περιπατητικῆς ἐραστὴς φιλοσοφίας, τῷ περὶ τῆς ἀιδιότητος κόσμου δόγματι συνειπὼν ἐχρήσατο τοιαύταις πίστεσιν· εἰ γέγονεν ὁ κόσμος, ἀνάγκη καὶ τὴν γῆν γεγονέναι· εἰ δὲ ἡ γῆ γενητή, πάντως καὶ τὸ ἀνθρώπων γένος· ἄνθρωπος δὲ ἀγένητον, ἐξ ἀιδίου τοῦ γένους ὑφεστῶτος, ὥσπερ ἐπιδειχθήσεται·

ἀίδιος ἄρα καὶ ὁ κόσμος. τὸ δὲ ὑπερτεθὲν ἤδη κατασκευαστέον, εἰ δεῖ καὶ ἀποδείξεως τοῖς οὕτως ἐμφανέσι· δεῖ δέ, ὡς ἔοικεν, ἕνεκα τῶν μυθοπλαστῶν, οἳ ψευσμάτων ἀναπλήσαντες τὸν βίον ἀλήθειαν ὑπερόριον πεφυγαδεύκασιν, οὐ μόνον πόλεις καὶ οἴκους ἀλλὰ καὶ ἕνα ἕκαστον τοῦ ἀρίστου κτήματος χηρεύειν βιασάμενοι καὶ πρὸς τὸ τῆς φράσεως ὁλκὸν μέτρα καὶ ῥυθμοὺς δέλεαρ εἰς ἐνέδραν ἐπινοήσαντες, οἷς ἀφρόνων ὦτα καταγοητεύουσι, καθάπερ ὀφθαλμοὺς αἱ ἄμορφοι καὶ εἰδεχθεῖς ἑταῖραι περιάπτοις καὶ νόθῳ κόσμῳ χηρείᾳ γνησίου.

λέγουσι γὰρ ὅτι ἡ ἐξ ἀλλήλων γένεσις ἀνθρώπων νεώτερον φύσεως ἔργον, ἀρχεγονώτερον δὲ καὶ πρεσβύτερον ἡ ἐκ γῆς, ἐπειδὴ πάντων μήτηρ ἐστί τε καὶ νενόμισται· τοὺς δὲ ᾀδομένους παρ’ Ἕλλησι Σπαρτοὺς ἐκφῦναι.

καθάπερ νῦν τὰ δένδρα, τελείους καὶ ἐνόπλους γῆς παῖδας. ὅτι δὲ μύθου πλάσμα τοῦτ’ ἐστί, συνιδεῖν ἐκ πολλῶν ῥᾴδιον. αὐτίκα τῷ πρώτῳ [*](1 ἐτύμωνς] ἑτοίμως ΗΡ ἅτε διατεταγμένος Bernays 2 ἀνεπανορθώτου Buecheler (cf. 85, 16): ἅτ’ ἐπ’ ἀνθρώπου codd. (ἅτ᾿ ἀπ’ ἀνθρώπου v) πρός τὸ πῦρ M: πρὸς πῦρ HP (Turn.), πῦρ (om. πρὸς τὸ) U 4 τις addidi; εἷς add. Mang., post Μούσαις intercidisse κορυφαῖος vel aliquid huiusmodi putavit Buecheler κεχορευκότων] συγκεχορευκότων coui. Mang.: sed cf. qoud omn. prob. lib. § 62 4. 5 περιπατητικῆς etiam M (non περιπατητικῶ) 5 τῶ περὶ U: τῶν περὶ M, τῶ παρὰ HP 6 πίστεσι M, πίστευσιν H εἰ om. M 7 ἡ δὲ ἡ γῆ Η γεννητὴ UH 8 ἀγέννητον UHP τοῦ γένους MHP: τὸ γένος U ὑφεστῶτος Cumont: ὑφεστώς UHP, ὑποστάς M 9. 10 ἀίδιος—κατασκευαστέον om. ΗΡ (Turn.) 10 καὶ ἀποδείξεως codd.: καὶ om. Cumont δέ MU: δ’ HP 11 ἕνεκα] ἕνα M 12 πεφυγανεύκασιν Η 13 ἀρίστου add. Wendl. κτήματα M πρός τό Mang.: πρὸς τὸν codd. 14 φράσεως Bernays: ὁράσεως codd.: ῥήσεως coni. Mang. 17 γένεσιν M 17. 18 ἀρχεγονότερον M 18 ἐστί τε M: τε om. UHP (v) 19 post ἐκφῦναι add. λέγουσι U (λέγουσιν ρ α ἐκφῦναι Mang.) 20 νῦν] αὖ U 21 ἐκ πολλῶν ῥᾴδιον M) [*](18 sqq. Sext. Emp. adv. Mathem. IX 28 τῶν δὲ νεωτέρων Στωικῶν φασί τινες τοὺς πρώτους καὶ γηγενεῖς τῶν ἀνθρώπων κατὰ πολὺ τῶν νῦν συνέσει διαφέροντας γεγονέναι.) [*](19 Σπαρτούς: cf. Schol. Pind. Isthm. VII 13. Schoi. Eur. Phoen. 670. Apollnd. Bihl. III 23.)

v.6.p.91
γενομένῳ ἔδει καθ’ ὡρισμένα μέτρα καὶ ἀριθμοὺς χρόνων αὐξήσεως· βαθμοὺς γάρ τινας ἡ φύσις τὰς ἡλικίας ἐγέννησε, δι’ ὧν τρόπον τινὰ ἀναβαίνει καὶ κάτεισιν ἄνθρωπος, ἀναβαίνει μὲν αὐξόμενος, κατέρχεται δ’ ἐν ταῖς μειώσεσιν· ὅρος δ’ ὁ τῶν ἀνωτάτω βαθμῶν ἀκμή, πρὸς ὃν φθάσας τις οὐκέτι πρόεισιν, ἀλλ’, ὥσπερ οἱ διαυλοδρομοῦντες ἀνακάμπτουσι τὴν αὐτὴν ὁδόν, ὅσα παρ’ ἰσχυούσης νεότητος ἔλαβεν, ἀποδίδωσιν ἀσθενεῖ γήρᾳ.

τὸ δὲ γεννηθῆναί τινας οἴεσθαι τελείους ἐξ ἀρχῆς ἠγνοηκότων ἐστὶ νόμους φύσεως, θεσμοὺς ἀκινήτους. αἱ μὲν γὰρ ἡμέτεραι γνῶμαι προσαναματτόμεναι τὸ πλημμελὲς ἐκ τοῦ συνεζευγμένου θνητοῦ τροπὰς καὶ μεταβολὰς εἰκότως ἐνδέχονται, ἄτρεπτα δὲ τὰ τῆς τῶν ὅλων ἐστὶ φύσεως, ἅτε πάντων ἐπικρατούσης καὶ διὰ βεβαιότητα τῶν ἅπαξ γνωσθέντων τοὺς ἐξ ἀρχῆς παγέντας ὅρους ἀκινήτους διαφυλαττούσης.

εἴπερ οὖν ἁρμόττον ἐνόμιζεν ἀποτίκτεσθαι τελείους, καὶ νῦν ἂν ἐτελειογονεῖτο ἄνθρωπος, μὴ βρέφος, μὴ παῖς, μὴ μειράκιον γινόμενος, ἀλλ’ ἀνὴρ εὐθὺς ὤν, ἴσως δὲ καὶ πρὸς ἅπαν ἀγήρως καὶ ἀθάνατος· ᾧ γὰρ μὴ αὔξησις, μηδὲ μείωσις πρόσεστιν· αἱ μὲν γὰρ ἄχρι τῆς ἀνδρὸς ἡλικίας μεταβολαὶ κατ’ αὔξησιν, αἱ δ’ ἀπὸ ταύτης ἄχρι γήρως καὶ τελευτῆς κατὰ μείωσιν συνίστανται· τῷ δὲ μὴ κοινωνοῦντι τῶν προτέρων καὶ τὰς ἑπομένας εὔλογον μὴ ἐπιγίγνεσθαι.