De Aeternitate Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
τὸ δὲ δεύτερον ἄξιον οὐ βραχείας ἐρεύνης. εἰ γὰρ ἕτερον ἀντὶ τοῦ νῦν ὄντος κατασκευάσει, πάντως ὁ γενόμενος ἢ χείρων ἢ ὅμοιος ἢ κρείττων ἀποτελεσθήσεται· ὧν ἕκαστον ἐπίληπτον. εἰ μὲν γὰρ χείρων ὁ κόσμος, χείρων καὶ ὁ δημιουργός. ἀμώμητα δὲ καὶ ἀνεξέλεγκτα καὶ ἀνεπανόρθωτα τὰ τοῦ θεοῦ τελειοτάτῃ τέχνῃ καὶ ἐπιστήμῃ δημιουργηθέντα·
εἰ δ’ ὅμοιος, ματαιοπόνος ὁ τεχνίτης, οὐδὲν κομιδῇ νηπίων παίδων διαφέρων, οἳ πολλάκις παρ’ αἰγιαλοῖς ἀθύροντες ψάμμου γεωλόφους ἀνιστᾶσι κἄπειθ’ ὑφαιροῦντες ταῖς χερσὶ πάλιν ἐρείπουσι· πολὺ γὰρ ἄμεινον τοῦ κατασκευάζειν ὅμοιον μηδὲν μήτε ἀφαιροῦντα μήτε προστιθέντα μηδ’ αὖ πρὸς τὸ ἄμεινον ἢ χεῖρον μεταβάλλοντα τὸν ἐξ ἀρχῆς ἅπαξ γενόμενον κατὰ χώραν ἐᾶν.
εἰ δὲ κρείττονα δημιουργήσει, γενήσεται τότε κρείττων καὶ ὁ δημιουργός, ὥσθ’ ἡνίκα τὸν πρότερον κατεσκεύαζε καὶ τὴν τέχνην καὶ τὴν διάνοιαν ἦν ἀτελέστερος, ὅπερ οὐδὲ θέμις ὑπονοεῖν ἐστιν· ἴσος γὰρ αὐτὸς ἑαυτῷ καὶ ὅμοιος ὁ θεός, μήτε ἄνεσιν πρὸς τὸ χεῖρον μήτ’ ἐπίτασιν πρὸς τὸ βέλτιον δεχόμενος. ἐπὶ δὲ τὰς τοιαύτας ἀνωμαλίας ἄνθρωποι κεχωρήκασι, πρὸς ἑκάτερον τό τε εὖ καὶ τὸ χεῖρον πεφυκότες μεταβάλλειν, αὐξήσεσι καὶ προκοπαῖς καὶ βελτιώσεσι καὶ πᾶσι τοῖς ἐναντίοις εἰωθότες χρῆσθαι.
πρὸς δὲ τούτοις τὰ μὲν τῶν θνητῶν ἔργα ἡμῶν φθαρτὰ δεόντως ἂν γένοιτο, τὰ δὲ τοῦ ἀθανάτου κατὰ τὸν εἰκότα λόγον ἄφθαρτα δήπου· τῇ γὰρ φύσει τῶν τεχνιτῶν εὔλογον τὰ δημιουργηθέντα ἐξομοιοῦσθαι.
Καὶ μὴν ἅπαντί τῳ κἀκεῖνο δῆλον, ὅτι φθειρομένης μὲν τῆς γῆς ἀνάγκη καὶ τὰ χερσαῖα τῶν ζῴων καθ’ ὅλον τὸ γένος ἀπόλλυσθαι. φθειρομένου δὲ ὕδατος τὰ ἔνυδρα, καὶ ἀέρος μέντοι καὶ πυρὸς τὰ [*](1 ματαιοπόνος HP: ματαιοπονῶ M, μάταιος U, om. E οὑδὲ Η et P ut vid. (Turn.) κομιδὴν U 2 ψάμμου P: ψάμμους UHE, ψάμους Μ 3 ἀνιστᾶσι MUE: διανιστᾶσι ΗP (v) 5 μηδ’ αὗ MHP: μήτε UE (μήτ' αὗ v) 6 γενόμενον ἅπαξ transp. UE εἰ δὲ] εἰδὸς U 7 τόν πρότερον om. E (τὸ πρότερον. ν) 8 οὐδὲ] οὑ U (et E cod. a) 9 ἐστιν om. E ἴσος γὰρ—χρῆσθαι (13) om. E ὅμοιός ἐστιν ὁ θεός U 10 βέλτιον M: βέλτιστον UHP 12 πᾶσι] πάλιν coni. Wendl. 13 δέ om. HP 14 τοῦ θανάτου M 15 εἰκότα Ε (conieceram): ἐοικότα MUHP (v) 17 Καὶ μὴν—97, 6 καὶ ἀκραιφνέστατος νοῦς om. E ἅπαντί τῳ scripsi: ἅπαντί που codd. 19 δὲ om. U) [*](1 sqq. cf. Hom. II. O 362 sqq. ὡς ὅτε τις ψάμαθον παῖς ἄγχι θαλάσσης,ὅς τ’ ἐπεὶ οὑν ποιήσῃ ἀθύρματα νηπιέῃσινἄψ᾿ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων. Nemesius de natura hominis cap. 2 p. 107 (Matthaei) κομιδῇ γὰρ νηπίων παίδων ὁ τρόπος οὗτος (scil. τὸ διαφθείρεσθαι τὸν κόσμον) ἐν ψάμμῳ τῆς παιδιᾶς εὐθὺς μετὰ τὸ πληρῶσαι συγχεόντων τὰ γενόμενα. Zachar. Mityl. de mundi opif. p. 89 (Boissonade) ὅτου χάριν ἀπόλλυσι τό ἄριστον τῶν γεγονότων; ἤτοι γὰρ καλλίονα ποιήσων, καὶ οὐ δυνατόν ἢ χείρονα; καὶ οὐ θέμις. ἢ ὅμοιον; ἀλλὰ παιδικὸν ἄθυρμα τοῦτό γε παρ’ ἠϊόνα παίζοντων καὶ ἐκ ψάμμου οἴκους συντιθέντων καὶ λυόντων. τίς γὰρ οὕτω ματαιοπόνος τεχνίτης· ὁ ἐναλλάττειν ἑαυτοῦ τὰ καλῶς τῶν ἔργων γεγονότα.)
κατ’ ἀνάλογον οὖν εἰ φθείρεται ὁ οὐρανός, φθαρήσεται μὲν ἥλιος καὶ σελήνη, φθαρήσονται δ’ οἱ λοιποὶ πλάνητες, φθαρήσονται δ’ οἱ ἀπλανεῖς ἀστέρες, ὁ τοσοῦτος αἰσθητῶν θεῶν εὐδαίμων τὸ πάλαι νομισθεὶς στρατός. ὃ δὴ [εἰ] γένοιτ’ ἂν οὐδὲν ἕτερον ἢ θεοὺς φθειρομένους ὑπονοεῖν· ἴσον γάρ ἐστι τῷ καὶ ἀνθρώπους ἀθανάτους ὑπονοεῖν. καίτοι τις ἐν ἀτίμων συγκρίσει τοῦτ’ ἂν εὕροι σκοπῶν εὐλογώτερον ἐκείνου· χάριτι μὲν γὰρ θεοῦ θνητὸν ἀθανασίας μεταλαχεῖν εἰκός ἐστιν, ἀφθαρσίαν δὲ θεοὺς ἀποβαλεῖν ἀδύνατον, κἂν αἱ ἀνθρώπων σοφίαι κακομανῶσι.
καὶ μὴν οἵ γε τὰς ἐκπυρώσεις καὶ τὰς παλιγγενεσίας εἰσηγούμενοι τοῦ κόσμου νομίζουσι καὶ ὁμολογοῦσι τοὺς ἀστέρας θεοὺς εἶναι, οὓς τῷ λόγῳ διαφθείρειν οὐκ ἐρυθριῶσιν. ἔδει γὰρ ἢ μύδρους διαπύρους ἀποφήνασθαι, καθάπερ ἔνιοι τῶν οἷα περὶ δεσμωτηρίου φλυαρούντων τοῦ σύμπαντος οὐρανοῦ, ἢ θείας ἢ δαιμονίας φύσεις νομίζοντας τὴν ἁρμόττουσαν θεοῖς ἀφθαρσίαν προσομολογῆσαι. νυνὶ δὲ τοσοῦτον δόξης ἀληθοῦς διήμαρτον, ὥστε λελήθασιν αὑτοὺς καὶ τῇ προνοίᾳ — ψυχὴ δ’ ἐστὶ τοῦ κόσμου — φθορὰν ἐπιφέροντες ἐξ ὧν ἀνακόλουθα φιλοσοφοῦσι.
Χρύσιππος γοῦν ὁ δοκιμώτατος τῶν παρ’ αὐτοῖς ἐν τοῖς Περὶ αὐξανομένου τερατεύεταί τι τοιοῦτον· προκατασκευάσας ὅτι "δύο ἰδίως ποιὰ ἐπὶ τῆς αὐτῆς οὐσίας ἀμήχανον συστῆναι“, φησίν· „ἔστω θεωρίας ἕνεκα τὸν μέν [*](1 κατ᾿ ἀνάλογον MU: κατά λόγον ΗΡ (Turn.) 2 μὲν om. L (Turn.) ἥλιος] καὶ ἥλιος Mang. πλανῆται, συμφθαρήσονται U 3 θεῶν v (Turu.): θεοῦ codd. 4 ὃ δὴ V (Turn.): ὃ δὴ εἰ codd.; verba ἢ θεοὺς φθειρομένους ὑπονοεῖν a librario addita et Philonem tantum οὗ δὴ τί γένοιτ’ ἂν αἰδοιότερον; vel simile qnid scripsisse putavit Cumout; οὖ δὴ τί γένοιτ᾿ ἂν εὐηθέστερον ἢ κτλ. coni. Weudl. 5 τῷ UHP: τὸ M; ἴσον δ’ ἐστὶ τὸ Bernays 6 καίτοι τις Wendi.: καὶ τοῖς 31, τοῖς (om. καὶ) U, καίτοι HP (v) ; καί τις coni. Buecheler ἀτίμω M εὕροι M: εὕροις HP (v), εὐρεῖ U 6. 7 ἐκείνους U 7 χάριτι μὲν γάρ θεοῦ θνητὸν Buecheler: χάριτι μὲν θεοῦ ὄν· θνητόν γὰρ MU, χάριτι μὲν θεοῦ ὄν· θνητὸν μέν γὰρ HP (χάριτι θεοῦ ὄν· θνητὸν μὲν γὰρ v) θεοῦ] θεῶν Diels (Cuinont) κο εἰκός ἐστιν] εἰ πρόσεστι U 9 καταμανῶσι L οἵ γε Buecheler: οἵ τε codd. 11 τοῦ λόγου M μύδρους] μύλους coni. Mang., sed cf. de somn. I § 22 12 ἀποφήνεσθαι M περὶ] ὑπὸ U 13 νομίζοντας HP: νομίζουσαν MU 13. 14 ἁρμόζουσαν U 15 ὥστε om. in lac. M αὐτοὺς codd. 16 φιλοσοφοῦσιν M 17 γοῦν MU: οὖν HP (v) 18 ante προκατασκευάσας add. καὶ V (Turn.), om. codd. δύο ἰδίως ποιά Cumont: δύο εἰδοποιοὺς codd. δύο ἰδίως ποιοὺς hic et infra Arnim)) [*](11 Diog. La. II 8 οὗτος (Ἀναξαγόρας) ἔλεγε τὸν ἥλιον μύδρον εἶναι διάπυρον. Aet. Plac. II 13, 6 (Doxogr. p. 342, 1) Ἀρχέλαος μύδρους ἔφησεν εἶναι τοὺς ἀστέρας, διαπύρους δέ. 17 Chrys. frg. 397 (Arnim). cf. Doxogr. p. 462, 22 (de Posidonio) ἐπὶ τῶν ἰδίως ποιῶν οἷον Δίωνος καὶ Θέωνος καὶ αὐξήσεις καὶ μειώσεις γίνεσθαι.)
πῶς γὰρ ὁ μὲν οὐδὲν ἀκρωτηριασθεὶς μέρος, ὁ Θέων, ἀνήρπασται, ὁ δ’ ἀποκοπεὶς τὸν πόδα Δίων οὐχὶ διέφθαρται; „δεόντως“ φησίν· „ἀναδεδράμηκε γὰρ ὁ ἐκτμηθεὶς τὸν πόδα Δίων ἐπὶ τὴν ἀτελῆ τοῦ Θέωνος οὐσίαν, καὶ δύο ἰδίως ποιὰ περὶ τὸ αὐτὸ ὑποκείμενον οὐ δύνατ’ εἶναι. τοιγαροῦν τὸν μὲν Δίωνα μένειν ἀναγκαῖον, τὸν δὲ Θέωνα διεφθάρθαι.“
σκόπει δ’ ὧδε· ὑποκείσθω τὸ μὲν ὡσανεὶ Δίων ὁ κόσμος — τέλειος γάρ —, τὸ δὲ ὡσανεὶ Θέων ἡ τοῦ κόσμου ψυχή, διότι τοῦ ὅλου τὸ μέρος ἔλαττον, καὶ ἀφαιρείσθω, ὥσπερ ἀπὸ τοῦ Δίωνος ὁ πούς, οὕτως καὶ ἀπὸ τοῦ κόσμου ὅσον αὐτοῦ σωματοειδές.