De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἐκτὸς ἐπῃωρημένα φορᾷ τύχης ἀεὶ σαλευούσης. ἐπειδὰν μέντοι πρὸς τὸ τῶν φίλων ἔλθῃ συνέδριον, οὐ πρότερον ἄρχεται λέγειν ἢ ἕκαστον αὐτῶν ἀνακαλέσαι καὶ ὀνομαστὶ προσειπεῖν, ἵνα τὰ ὦτα ἀνορθιάσαντες, ἡσυχίᾳ καὶ προσοχῇ χρώμενοι, τῶν θεσμῳδουμένων εἰς ἄληστον μνήμην ἀκούωσιν· ἐπεὶ καὶ ἑτέρωθι λέγεται· „σιώπα καὶ ἄκουε“ (Deut. 27, 9).

τοῦτον τὸν τρόπον ἐπὶ μὲν τοῦ βάτου Μωϋσῆς ἀνακαλεῖται — „ὡς γὰρ εἶδε“ φησίν „ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων· Μωυσῆ, Μωυσῆ. ὁ δὲ εἶπε· τί [*](1 καὶ ἔξελθε om. G 2 γεννήσεως MA 3 θεοπόμπους HP1 4 τῶν αἰτιῶν V, τὸ αἴτιον coni. Mang. 4. 5 προφητῶν MA 6 ἡξίωται A 8 γνώριμος GFHP 9 τὸ] τοὺς τὸ v 10 αὑτῶν G μέγα HP 11 καὶ καταπειθοῦς P πολλὰ] ἀλλὰ G ὧν] οὑν F, rursus del. 11. 12 οὐδὲν οὖν add. F2) αὐτῶν ἀτέλεστον ἀτελὲς G) GFHP 13 ποῦ MA: τὸ ποῦ GFHP 13. 14 προσαποκρίνεται τ’ ἄν τις οἰκεῖος Α 13 ὃ] ὃν Η2, om. Α ἀποκρίνετ’ GF 14 τῷ om. P τά ἀνθρώπεια GFHP μὴ om. P ἀλλὰ] ἀλλὰ καὶ GFHP 15 ἀίδρυτοι GFHP 17 ἀίδρυτον GIIP 18 γήρους GF ἅπασαι GFHP ἀίδρυτα GHP 19 ἀπῃωρημένα AG, fort. recte 21 αὐτὸν Η 21. 22 ἀθρήσαντες GF, ἀθροίσαντες H 22 θεσπιῳδουμένων conicio 24 μὲν om. GFHP τοῦ] τῆς Η Μωσῆς H 26 κύριος MA: 6 θεὸς ceteri τοῦ] τῆς MA Μωσῆ Μωσῆ MA)

v.3.p.247
ἐστιν;„ (Exod. 3,4) —, Ἀβραὰμ δὲ ἐπὶ τῆς τοῦ ἀγαπητοῦ καὶ μόνου παιδὸς ὁλοκαυτώσεως, ἡνίκα τε ἱερουργεῖν ἤρχετο καὶ ὁπότε δοὺς ἀπόπειραν εὐσεβείας ἐξ ἀνθρώπων ἀφανίσαι τὸ αὐτομαθὲς γένος, ἐπίκλησιν Ἰσαάκ, ἐκωλύθη·

ἀρχομένου μὲν γάρ φησιν, ὅτι „ὁ θεὸς ἐπείραζε τὸν Ἀβραὰμ καὶ εἶπε πρὸς αὐτόν· Ἀβραάμ, Ἀβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. καὶ εἶπε· λάβε τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ ἀνένεγκε„, ἤδη δὲ τὸ ἱερεῖον ἐπὶ τὸν βωμὸν ἀνενηνοχότος, τότε „ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ λέγων· Ἀβραάμ, Ἀβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. καὶ εἶπε· μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν„ (Gen. 22,1. 2. 9 — 12).

εἷς δὲ δὴ τοῦ φιλικοῦ θιάσου καὶ ὁ ἀσκητὴς ὢν εἰκότως προνομίας τῆς αὐτῆς ἀξιωθεὶς ἀνακαλεῖται· „εἶπε γάρ μοι„ φησίν „ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον· Ἰακώβ. ἐγὼ δὲ εἶπα· τί ἐστιν„ (Gen. 31, 11) ;

ἀνακληθεὶς δὲ προσοχῇ χρῆται, τὰ φανέντα σημεῖα πειρώμενος ἀκριβοῦν, ἔστι δὲ τὰ σημεῖα τῶν λόγων οἷα θρεμμάτων ὀχεῖαί τε καὶ γενέσεις· „ἀναβλέψας„ γάρ φησι „τοῖς ὀφθαλμοῖς εἶδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας„ (Gen. 31, 12).

αἰπολίου μὲν δὴ τράγος, ποίμνης δὲ κριὸς ἡγεμών ἐστι· τὰ δὲ ζῷα ταῦτα δυεῖν λόγων σύμβολα τελείων, ὧν ὁ μὲν ἕτερος καθαίρει καὶ κενοῖ ψυχὴν ἁμαρτημάτων, ὁ δὲ ἕτερος τρέφει καὶ πλήρη κατορθωμάτων ἐργάζεται. τοιοῦτοι μὲν οἱ ἡγεμόνες ἐν ἡμῖν ἀγελάρχαι λόγοι· αἱ δὲ ἀγέλαι προβάτοις καὶ αἰξὶ φερωνύμως διατεθεῖσαι ᾄττουσι καὶ προβαίνουσι μετὰ σπουδῆς πρὸς δικαιοσύνην.

ἀναβλέψας οὖν τὸ τέως μεμυκὸς ὄμμα τῆς διανοίας εἶδε τοὺς ἀναλογοῦντας τράγοις καὶ κριοῖς τελείους λόγους ἠκονημένους πρός τε [*](1 τῆς om. P 4 ἀρχόμενος MA μὲν γάρ φησιν GFHP: φησὶ γὰρ MA 5 alt. Ἀβραάμ om. F 7 ἀνένεγκαι Α 8 ἀνενηνοχότως AF τότε] ὅτι conicio II φιλικοῦ (tH-: φιλιακοῦ ceteri 12 ὢν MA: ὃν ceteri προνομίας τῆς MA: προνομιαστὴς P (sed ν corr.), προοιμιαστὴς GH, προνοίας τῆς F ἀξιωθεὶς om. G 14 ἀνακλιθεὶς Α 15 τῶν om. GFHP 16 γάρ φησι GHP: γὰρ MAF τοὺς ὀφθαλμοὺς G 17 ἴδε conicio 19 δυεῖν Α: δυοῖν M, δυσὶ ceteri 21 01 om. F 22 φερωνύμως Η (man. rec. Α): φερωνυμοῦσαι ceteri 22. 23 διατεθεῖσαι H(P\ Hoesch. in Α): διαθέσει MAP-’, διατεθεὶς GF, φερωνύμως ἔχουσαι δ‘αθέσει conicio 23 ἄττουσι καὶ προβαίνουσι Η2: ἀποῦσαι καὶ προβαίνουσαι ceteri, quod servat Coiin scribens φερώνυμοί εἰσι διαθέσει 24 τότε ὡς HP μεμυηκὸς F, μεμυκὼς HP τῆς] τὸ Η) [*](25 sqq. cf. Ambros. de fuga saeculi 4,22: variarum ovium sibi instituit gregem, sed illum rationabilem, virtutum plurimarum diversitate fulgentem. de lacob II 419.)

v.3.p.248
μείωσιν ἀδικημάτων καὶ ὧν χρὴ πράττειν συναύξησιν, πῶς ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, τὰς ἔτι νέας καὶ ἁπαλὰς ψυχὰς ἄρτι ἡβώσας καὶ ἄνθει τῷ τῆς ἀκμῆς ὡραϊζομένας, ἀναβαίνουσιν οὐκ ἄλογον ἡδονὴν διώκοντες, ἀλλ’ ἀοράτῳ σπορᾷ φρονήσεως χρώμενοι δογμάτων.

εὔπαις γὰρ ὁ γάμος οὗτος οὐ σώματα συμπλέκων, ἀλλ’ εὐφυέσι ψυχαῖς τελείας ἀρετὰς ἁρμοζόμενος. ἐπιβαίνετε οὖν οἱ σοφίας ὀρθοὶ λόγοι πάντες, ὀχεύετε, σπείρετε, καὶ ἣν ἂν ἴδητε ψυχὴν βαθεῖαν, εὔγειον, παρθένον, μὴ παρέλθητε, καλέσαντες δ’ εἰς τὴν ὁμιλίαν καὶ συνουσίαν ἑαυτῶν τελειώσατε καὶ ἐγκύμονα ἀπεργάσασθε· τέξεται γὰρ πάντα ἀστεῖα, γενεὰν ἄρρενα „διαλεύκων, ποικίλων, σποδοειδῶν ῥαντῶν“ (Gen. 31, 10).

Ἣν δ’ ἔχει τῶν γεννημάτων τούτων ἕκαστον δύναμιν, ἐρευνητέον. διάλευκοι μὲν τοίνυν εἰσὶν οἱ τηλαυγέστατοι καὶ ἀριδηλότατοι, τοῦ „διὰ“ πολλάκις ἐπὶ τοῦ μεγάλου τιθεμένου, ἀφ’ οὗ διάδηλον καὶ διάσημον τὸ μεγάλως δῆλον καὶ μεγάλως ἐπίσημον ἔθος ὀνομάζειν ἐστί.

βούλεται οὖν τῆς τὸν ἱερὸν σπόρον παραδεξαμένης ψυχῆς τὰ πρωτότοκα γεννήματα διάλευκα εἶναι, φωτὶ ἐοικότα οὐκ ἀμυδρῷ, φέγγει δὲ τηλαυγεστάτῳ, οἵα γένοιτ’ ἂν ἀφ’ ἡλιακῶν ἀκτίνων ἄσκιος ἐν αἰθρίᾳ κατὰ μεσημβρίαν αὐγή· βούλεται δὲ καὶ ποικίλα οὐ πολυμόρφου καὶ πολυτρόπου λέπρας ἀκαθάρτου τρόπον, διὰ γνώμης ἀβεβαιότητα χρησόμενα ἀστάτῳ καὶ φορουμένῳ βίῳ, ἀλλὰ γράμμασιν ἐγκεκολαμμένα καὶ σφραγῖσι διαφόροις, δοκίμοις δὲ πάσαις τετυπωμένα, ὧν [*](1 πῶς] ὡς Α 2 ἄρτι] καὶ ἄρτι P 3 ἀναβαίνουσιν GFHP: ἀναβαίνουσι δ’ MA, ἀναβαίνουσιν· ἀναβαίνουσι δ’ conicio ἡδονῆς P 4 ἀοράτων Α (M evanidus), tum καὶ add. GFHP 5 σώματι L 6 ἐργαζόμενος G 8 δὲ GHP, om. F ἑαυτῶν MAP2: om. ceteri 9 τέξεται AGF: τέξετε HP, τετάξεται M πάντα] γεννήματα coni. Mang. post πάντα add. τὰ ’P 10 γενεὰν om. MA 12 δὲ GFHP ἑκάστων H1P 13 μὲν om. GFHP 14 post διὰ add. τοῦ FL 16 ἐστίν F βούλετ’ GH1P 18 διαυγεστάτῳ GFHP οἵα scripsi: οἷα codd. 19 ποικίλα, οὐ #x003E; coni. Mang. 19. 20 πολυμόρφου καὶ πολυτρόπου scripsi: πολυμόρφῳ καὶ πολυτρόπω, M, πολυτρόπῳ Α, πολυμόρφῳ καὶ ποικίλῳ καὶ πολυτρόπῳ GFHP 21 χρησάμενα GFH2, χρησάμενος H1P 21. 22 ἐκκεκολαμμένα G 22 δοκίμως Α post δὲ add. δοκίμοις, sed rursus del. HP 22. 249,1 ὧν ἀϊδιότητες GFHP)

v.3.p.249
αἱ ἰδιότητες ἀναμιχθεῖσαι καὶ ἀνακραθεῖσαι μουσικὴν συμφωνίαν ἐργάσονται.

τὴν γὰρ ποικιλτικὴν τέχνην ἐνόμισαν μέν τινες οὕτως ἠμελημένον καὶ ἀφανὲς εἶναι πρᾶγμα, ὥστε ὑφάνταις αὐτὴν ἀνέθεσαν. ἐγὼ δ’ οὐ μόνον αὐτήν, ἀλλὰ καὶ τοὔνομα τέθηπα, καὶ μάλισθ’ ὅταν εἰς τὰ γῆς τμήματα καὶ τὰς ἐν οὐρανῷ σφαίρας καὶ ζῴων καὶ φυτῶν διαφορὰς καὶ τὸ παμποίκιλον ὕφασμα, τουτονὶ τὸν κόσμον, ἀπίδω.

τὸν γὰρ τοῦ πλέγματος παντὸς τούτου δημιουργὸν εὑρετὴν τῆς ποικιλτικῆς ἐπινοεῖν εὐθὺς ἐπιστήμης ἀναγκάζομαι, καὶ σέβομαι μὲν τὸν εὑρόντα, τιμῶ δὲ τὴν εὑρεθεῖσαν, τὸ δ’ ἔργον καταπέπληγμαι, καίτοι μηδὲ πολλοστὸν μέρος αὐτοῦ δυνηθεὶς ἰδεῖν, ἀπὸ δὲ τοῦ φανέντος μοι μέρους, εἰ δὴ καὶ πέφηνεν, ἀκριβῶς τὸ ὅλον εἰκάζων ἀναλογίας ἐλπίδι.

θαυμάζω μέντοι καὶ τὸν σοφίας ἐραστήν, ὅτι τὴν αὐτὴν τέχνην ἐπιτετήδευκε, πολλὰ καὶ διαφέροντα ἐκ διαφερόντων εἰς ταὐτὸ συνάγειν καὶ συνυφαίνειν ἀξιῶν. λαβὼν γὰρ ἀπὸ μὲν τῆς παιδικῆς γραμματικῆς δύο τὰ πρῶτα, τό τε γράφειν καὶ τὸ ἀναγινώσκειν, ἀπὸ δὲ τῆς τελειοτέρας τήν τε παρὰ ποιηταῖς ἐμπειρίαν καὶ τὴν ἀρχαίας ἱστορίας ἀνάληψιν, παρὰ δὲ ἀριθμητικῆς καὶ γεωμετρίας τὸ ἀνεξαπάτητον ἐν οἷς ἀναλογίας καὶ λογισμῶν ἐστι χρεία, παρὰ δὲ μουσικῆς ῥυθμοὺς καὶ μέτρα τά τε ἐναρμόνια καὶ χρωματικὰ καὶ διατονικά, συνημμένα τε αὖ καὶ διεζευγμένα μέλη, παρὰ δὲ ῥητορικῆς εὕρεσιν, φράσιν, τάξιν, οἰκονομίαν, μνήμην, ὑπόκρισιν, παρὰ δὲ φιλοσοφίας ὅσα τε ἐν ταύταις παραλέλειπται καὶ ἄλλα ἐξ ὧν ἅπας ὁ ἀνθρώπων βίος συνέστηκεν, ἓν ἔργον εὐανθέστατον ἡρμόσατο, εὐμάθειαν πολυμαθείᾳ μίξας.

καὶ τὸν τούτου τοῦ πλέγματος δημιουργὸν ὁ ἱερὸς λόγος Βεσελεὴλ ἐκάλεσεν (Exod. 31, 2 ss.), [*](1 καὶ ἀνακραθεῖσαι om. MA ἀνακραθεῖσαι mau. 2 in Vat. 379 (coni. Mang.): ἀνακριθεῖσαι GFHP 2 ποικιλτικὴν Mang.: ποικίλην codd. 3 ὑφάντες L, ὑφήναντες Turn. 4 δὲ GFHP τοὔνομα] τὸν εὑρόντα coni. Mang. μάλιστα GF 5 #x003E; ζῴων conicio 7 πλέγματος om. Α παντὸς om. GFHP post δημιουργόν add. καὶ Η2 10 δὲ τοῦ] τοῦ καὶ Turn. 11 ἤδη GFHP1 εἰκάζω Η2 ἀναλογίᾳ καὶ λογισμοῖς coni. Mang., ἀναλογίας κανόσι conicio 13 ἐκ διαφερόντων om. Α συνάγειν Mang.: συνάγων codd. N 16 παρὰ MA: παρὰ τοῖς FHPN, τοῖς παρὰ G alt. τὴν] τῆς FN 18 τῆς μουσικῆς HP τά] καὶ N τε om. GFHPN 21 μνῆσιν H1P1 22 ἒν] εὖ FP1N 23 πολυμάθειαν GFHP1N πολυμαθείᾳ] πολυμάθειαν G συμμίξας Oxon. CoU. Novi 143 24 πράγματος GFHPN βελσεσαεὴλ G, βελσελεὴλ F) [*](11 — 250,4 N fol. 151v: θαυμάζω— κατεσκεύασται.)

v.3.p.250
ὃς ἑρμηνευθείς ἐστιν ἐν σκιᾷ θεοῦ. τὰ γὰρ μιμήματα οὗτος, τὰ δὲ παραδείγματα ἀρχιτεκτονεῖ Μωυσῆς· διὰ τοῦθ’ ὁὁ μὲν οἷα σκιὰς ὑπεγράφετο, ὁὁ δ’ οὐ σκιάς, αὐτὰς δὲ τὰς ἀρχετύπους ἐδημιούργει φύσεις.

εἰ δὴ καὶ τὰ ἅγια ποικιλτικῇ τέχνῃ κατεσκεύασται καὶ ὁ σοφὸς ποικιλτὴς μόνος ἐν τοῖς ἱεροφαντηθεῖσι χρησμοῖς ἀνείρηται καὶ τὸ τοῦ θεοῦ καλὸν ποίκιλμα, ὅδε ὁ κόσμος, ἐπιστήμῃ πανσόφῳ τετελεσιούργηται, πῶς οὐκ ἄξιον ὡς ἐργαλεῖον τῆς ἐπιστήμης ἀποδέχεσθαι ποικιλτικήν;

ἧς ἀφίδρυμα ἱερώτατον πᾶς ὁ σοφίας οἶκος ἀγαλματοφορήσει καὶ κατ’ οὐρανὸν καὶ ἐπὶ γῆς, ἀφ’ ἧς ποικίλων λόγων ἰδέας ὁ ἀσκητὴς ἐκπονεῖ· μετὰ γὰρ τοὺς διαλεύκους εὐθὺς τοὺς ποικίλους εἶδε, παιδείας κόμματι χαραχθέντας. τρίτοι δ’ εἰσὶν οἱ σποδοειδεῖς ῥαντοί.