De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ὁ δὲ χρησμὸς οὗτος ἐφαρμόττει καὶ αὐτῷ τινι πρὸς ἑαυτὸν καὶ [*](2 ἐφήρμοσας GFHP1 ἐμφανεῖς MA: ἐπιφανεῖς ceteri 4 ὑπομείνας GFHP γώριμον P 5 primum τὴν] τοῦ P 6 καὶ εὐκαρποτάτην om. GFHP 8 δοῦναι Α ὡμολόγησεν GFHP, ὡμολόγησας coni. Mang. 10 ἄπαγε om. MA 11 καθαίρων FP τὸ] xto Α 13 τῆς om. Α ἡ om. GFHP ὑπόνιος Α, ὑποτένιος ceteri 13. 14 ἀνακρούει GFHP 15 τὰς om. M 16 ἔχοντα] ἔσχατον P 17 πάν καὶ πρὸς P 19 λίβαν Α 20 ἀίδιον A καὶ om. A 20. 21 ἀφ’ ἑαυτοῦ ἀφ’ αὑτοῦ GHP, ἀπ’ αὐτοῦ MAFN 22 οὕτω D Anton,: om. codtl. N ὁ om. HP1 23 ἐν om. GFHP, ἐν σοὶ om. N) [*](19—243,11 N fol. 150v: ἔστι δὲ — θεόν. 19—21 DlDR post p. 243,3 allatum: 6 γὰρ ἀστεῖος κοινὸν ἀγαθόν ἐστιν ἅπασιν ἅπασιν om. DL), ἐξ — ὠφέλειαν. 21. 22 DL fol. 144v Anton. Melissa I 50 col. 933: ὥσπερ γάρ ὁ ἥλιος — φύσεως.)

v.3.p.243
ἑτέρῳ πρὸς ἕτερον. ἐάν τε γὰρ ὁ ἐν ἐμοὶ νοῦς ἀρετῇ τελείᾳ καθαρθῇ, καὶ αἱ τοῦ περὶ ἐμὲ γεώδους φυλαὶ συγκαθαίρονται, ἃς ἔλαχον αἱ αἰσθήσεις καὶ ἡ μεγίστη δεξαμενή, τὸ σῶμα· ἐάν τέ τις κατ’ οἰκίαν ἢ πόλιν ἢ χώραν ἢ ἔθνος γένηται φρονήσεως ἐραστής, ἀνάγκη τὴν οἰκίαν ἐκείνην καὶ τὴν πόλιν καὶ τὴν χώραν καὶ τὸ ἔθνος ἀμείνονι βίῳ χρῆσθαι.

καθάπερ γὰρ τὰ ἐκθυμιώμενα τῶν ἀρωμάτων εὐωδίας τοὺς πλησιάζοντας ἀναπίμπλησι, τὸν αὐτὸν τρόπον ὅσοι γείτονες καὶ ὅμοροι σοφοῦ, τῆς ἀπ’ αὐτοῦ σπῶντες αὔρας ἐπὶ μήκιστον χεομένης βελτιοῦνται τὰ ἤθη.

Μεγίστη δέ ἐστιν εὐεργεσία ψυχῇ πονούσῃ καὶ διαθλούσῃ συνοδοιπόρον ἔχειν τὸν ἐφθακότα πάντῃ θεόν· „ἰδοὺ“ γάρ φησιν "ἐγὼ μετὰ σοῦ“ (ibid. 15). τίνος οὖν ἂν ἔτι χρεῖοι γενοίμεθα πλούτου, σὲ τὸν ἀληθείᾳ πλοῦτον ἔχοντες μόνον „διαφυλάσσοντα ἐν ὁδῷ“ (ibid.) τῇ πρὸς ἀρετὴν ἀγούσῃ κατὰ πάσας αὐτῆς τὰς τομάς; οὐ γὰρ ἓν μέρος ἐστὶ τοῦ λογικοῦ βίου τὸ πρὸς δικαιοσύνην καὶ τὴν ἄλλην τεῖνον ἀρετήν, ἀλλὰ μυρία ὅσα, ἐξ ὧν ἔστιν ὁρμωμένους φρονήσεως ἐφικνεῖσθαι.

παγκάλως δὲ εἴρηται καὶ τὸ "ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην“ (ibid.). καλὸν μὲν γὰρ ἦν, τὸν λογισμὸν ἐφ’ ἑαυτοῦ μείναντα μὴ ἀποδημῆσαι πρὸς αἴσθησιν· δεύτερος δὲ πλοῦς, ἐφ’ ἑαυτὸν ὑποστρέψαι πάλιν.

ἴσως δὲ καὶ τὸ περὶ ἀφθαρσίας ψυχῆς ὑπαινίττεται δόγμα διὰ τούτου· ἀπολιποῦσα μὲν γὰρ τὸν οὐράνιον τόπον, ὡς καὶ μικρῷ πρότερον ἐλέχθη, καθάπερ εἰς ξένην χώραν ἦλθε τὸ σῶμα. φησὶ δ’ οὐ μέχρι τοῦ παντὸς καθειργμένην αὐτὴν ὁ γεννήσας περιόψεσθαι πατήρ, ἀλλ’ οἶκτον λαβὼν λύσειν τὰ δεσμὰ καὶ ἐλευθέραν [*](1 ἑτέρω πρὸς ἕτερον om. Η, add. L in mg. 2 alt. αἱ om. GFHPN 3. 4 οἰκίαν ἢ κώμην ἡ πόλιν ἡ ἔθνος D 4 τὴν] καὶ τὴν HP 5 ἐκείνην post πόλιν transpos. D primum καὶ] ἡ D καὶ τὴν χώραν om. GFHPND καὶ τὸ ἔθνος om. D 5. 6 χρήσασθαι D - 6 γὰρ om. Α 7 ἀναπίπλησι P1 8 σοφοὶ Α σπῶντες] ὄντες Α 10 δ’ ἐστὶν GFHPN ἀθλούσῃ Α 11 πάντα Η 12 ἂν om. Α γενοίμεθα Turn.: γενώμεθα codd. πλούτου Α: πλοῦτον ceteri σὲ om. Α 12. 13 ἔχοντες σὲ τὸν ἀληθεία μόνον πλοῦτον GFHP 14 μέτρον G 15 πρὸς] πρὸς τὴν F 16. 17 ἐξικνεῖσθαι GFHP 18 ἣν om. F ἀφ’ A αὑτοῦ M 19 μὴ] καὶ Turn. ἐφ’] ὑφ’ Α, πρὸς HP 19. 20 ἐφ’ ἑαυτήν L2 αὑτὸν M 21 τούτων GHP, τοῦτο F οὐρανὸν F 22 μικρὸν GFP 23 καθειρμένην A 24 λύσιν Α) [*](3 — 6 DL fol. 38r DR fol. 33v τοῦ αὐτοῦ ἐκ τῶν ἐν γενέσει ζητουμένων: ἐάν τις— χρήσασθαι.)

v.3.p.244
ἄχρι τῆς μητροπόλεως ἀσφαλῶς παραπέμψειν καὶ μὴ πρότερον ἀνήσειν ἢ τὰς διὰ λόγων ὑποσχέσεις ἀληθείας ἔργοις βεβαιωθῆναι· θεοῦ γὰρ ἴδιον λέγειν πάντως τὰ γενησόμενα. καίτοι τί τοῦτό φαμεν;

ἔργων γὰρ ἀδιαφοροῦσιν αὐτοῦ οἱ λόγοι. διακινηθεῖσα οὖν καὶ διαναστᾶσα πρὸς τὰς περὶ τοῦ ὄντος ζητήσεις ἡ ἀσκητικὴ ψυχὴ τὸ μὲν πρῶτον ὑπετόπησεν εἶναι τὸ ὂν ἐν τόπῳ, μικρὸν δὲ ἐπισχοῦσα τῷ δυστοπάστῳ τῆς σκέψεως περιδεὴς γίνεται καὶ μετανοεῖν ἄρχεται.

„ἐξηγέρθη“ γάρ φησιν „Ἰακὼβ καὶ εἶπεν, ὅτι ἔστι κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν“ (ibid. 16). καὶ ἄμεινον ἦν, εἴποιμ’ ἂν, ἀγνοεῖν ἢ ἔν τινι θεὸν ὑπολαμβάνειν εἶναι, τὸν περιέχοντα αὐτὸν ἐν κύκλῳ τὰ πάντα.

Δικαίως οὖν ἐφοβήθη καὶ εἶπε θαυμαστικῶς· „ὡς φοβερὸς ὁ τόπος οὗτος“ (ibid. 17). ὄντως γὰρ τῶν ἐν φυσιολογίᾳ τόπος ἀργαλεώτατος, ἐν ᾧ ζητεῖται, ποῦ καὶ εἰ συνόλως ἔν τινι τὸ ὄν, τῶν μὲν λεγόντων, ὅτι πᾶν τὸ ὑφεστὼς χώραν τινὰ κατείληφε, καὶ ἄλλων ἄλλην ἀπονεμόντων, ἢ ἐντὸς τοῦ κόσμου ἢ ἐκτὸς αὐτοῦ μετακόσμιόν τινα, τῶν δὲ φασκόντων, ὅτι οὐδενὶ τῶν ἐν γενέσει τὸ ἀγένητον ὅμοιον, ἀλλὰ τοῖς ὅλοις ὑπερβάλλον, ὡς καὶ τὴν ὠκυδρομωτάτην διάνοιαν ὑστερίζουσαν μακρῷ τῆς καταλήψεως ὁμολογεῖν ἡττᾶσθαι.

διόπερ εὐθὺς ἀνέκραγεν· „οὐκ ἔστι τοῦτο“ (ibid.), ὃ ἐδόξασα, „ὅτι ἔστι κύριος ἔν τῳ τόπῳ“ (ibid. 16)· περιέχει γάρ, ἀλλ’ οὐ περιέχεται κατὰ τὸν ἀληθῆ λόγον. τοῦτο δὲ τὸ δεικνύμενον καὶ ὁρατόν, ὁ αἰσθητὸς οὑτοσὶ κόσμος, οὐδὲν ἄρα ἄλλο ἐστὶν ἢ οἶκος θεοῦ (ibid.), μιᾶς τῶν τοῦ ὄντος δυνάμεων, καθ’ ἣν ἀγαθὸς ἦν.

τὸν δὲ κόσμον οἶκον ὠνόμασε καὶ πύλην τοῦ πρὸς ἀλήθειαν οὐρανοῦ (ibid. 17) προσεῖπε. τί δὲ τοῦτ’ ἐστί; τὸν ἐκ [*](2 διά om. Turn. ὑπομνήσεις HP 3 τά om. ’P’ τοι om. MA 4 ἀδιαφοροῦσιν MA: διαφέρουσιν GFHP, ante quod οὐ adci. H2 διακινηθεῖσαν Α 4. 5 διαναστᾶσαν Α 5 μέν om. F 6 ὑπετόπησεν τὸν θεὸν ἐν N 8 γάρ om. MA ἔστη M τῷ om. F 10 τὸν θεὸν GFHPN ὑπολαβεῖν GFHPN 13 οὕτως N, οὗτος coni. Mang. 15 ὑφεστός 2 16 μετὰ κόσμον P(H1) 17 ἀγέννητον AGFN dXXd] ἀλλὰ καὶ GFHPN 20 ἐδόξασας Α ἐστι om. Α τῶ codd. N, in ras. Η, om. Turn. 21 ἀληθινὸν HP 22 δὲ om. GFHPN, δὴ Α 23 ἄρα] ἔτι W? ὄντος] ὄντως θεοῦ LW 25 προεῖπε ’P’ δ’ ἐστὶ τοῦτο FN τὸν ἐκ om. N τὸν] τῶν Α) [*](4 — 245,17 N fol. 151r διακινηθεῖσα — ἅλις. 16 cf. Epicurea p. 240, 33. 242, 3.)

v.3.p.245
τῶν ἰδεῶν συσταθέντα, ἐν τῷ χειροτονηθέντι κατὰ τὰς θείας χορηγίας, κόσμον νοητὸν οὐκ ἔνεστιν ἄλλως καταλαβεῖν ὅτι μὴ κατὰ τὴν τοῦ αἰσθητοῦ καὶ ὁρωμένου τούτου μετάβασιν.

οὐδὲ γὰρ ἄλλο τῶν ὄντων οὐδὲν ἀσώματον ἐννοῆσαι δυνατὸν ὅτι μὴ τὴν ἀρχὴν λαβόντας ἀπὸ σωμάτων· ἠρεμούντων μὲν γὰρ ἐνοήθη τόπος, χρόνος δὲ κινουμένων, σημεῖα δὲ καὶ γραμμαὶ καὶ ἐπιφάνειαι καὶ συνόλως πέρατα ἀπὸ τῆς ἐξωτάτω περικειμένης οἷον ἀμπεχόνης.

κατὰ τὸ ἀνάλογον οὖν καὶ ὁ νοητὸς ἀπὸ τοῦ αἰσθητοῦ κόσμος ἐνοήθη, πύλη τις ὢν ἐκείνου. ὡς γὰρ οἱ βουλόμενοι τὰς πόλεις θεάσασθαι διὰ πυλῶν εἰσίασιν, οὕτως ὅσοι τὸν ἀειδῆ κόσμον καταλαβεῖν ἐθέλουσιν, ὑπὸ τῆς τοῦ ὁρατοῦ φαντασίας ξεναγοῦνται. [ὁ δὲ νοητῆς ὑποστάσεως κόσμος ἄνευ ἡστινοσοῦν σχημάτων ὄψεως, μόνης δὲ διὰ τῆς ἀρχετύπου ἰδέας τῆς ἐν τῷ διαχαραχθέντι πρὸς τὸ θεαθὲν αὐτῷ εἶδος ἄνευ σκιᾶς μετακληθήσεται, πάντων αὐτῷ τειχῶν καὶ πάσης πύλης ἀπαρθέντων εἰς τὸ μὴ ἀπό τινος ἀθρῆσαι, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ ἀλέκτῳ τινὶ καὶ δυσερμηνεύτῳ θέᾳ διιδεῖν κάλλος ἀναλλοίωτον.]

Περὶ μὲν δὴ τούτων ἅλις. ἐφαρμόζει δὲ τῷ αὐτῷ εἴδει καὶ ἕτερος ὄνειρος, ὁ περὶ τῆς ποικίλης ἀγέλης, ὃν περιαναστὰς ὁ φαντασιωθεὶς διηγεῖται φάσκων· "εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον· Ἰακώβ. ἐγὼ δὲ εἶπα· τί ἐστι; καὶ εἶπεν· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς. ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. ἐγώ εἰμι ὁὁ θεὸς ὁὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ, οὗ ἤλειψάς μοι στήλην καὶ ηὔξω μοι εὐχήν. νῦν οὖν [*](1 ἐν τῷ #x003E; χαραχθέντα κάτα τἀς θείας χάριτας conicio, nisi potius inteipolata sunt (v. ad lin. 11) ; χειροτεχνηθέντι κατὰ τὰς θείας χειρουργίας coni. Markland, διαχαραχθέντι κατὰ τὰς θείας σφραγῖδας Mang. 2 ἔστιν N κατὰ τὴν MAP(H1): τὴν GFN, ἐκ τῆς Η2, κατὰ τὴν #x003E; conicio 3 μετανάβασιν G, μεταναβάσεως οὐδὲ] οὐδὲν Α 4 οὐδὲν om. GFHP - ἀσωμάτων G 7 ἐξωτάτης Α ἀμπεχομένης Η 8 πύλης ὄντος ἐκείνου coni. Mang., #x003E; πύλη τις ἣν ἐκείνου conicio 9 βουλόμενοι om. G 9. 10 οὕτως ὅσοι MA, in ras. P2: καὶ καθὼς G, καὶ ὥσπερ FN, οὕτως καὶ οἳ in ras. Η2 10 ἀηδῆ M, ἀεὶ δὴ Α τοῦ om. FL ἀοράτου MA 11 — 16 emendatione abstineo, quia haec caelestis urbis imago a christiano interpolata videtur 11. 12 ἤ τινοσοῦν F, εἰς τινοσοῦν P εἰς P2, ut vid.) οὑτινοσοῦν σχήματος G 12 διὰ om. G 13 εἶδος αὐτῶ N 14 ἀρθέντων GFHPN 14. 15 ἀπ’ εἰκόνος coni. Mang. 16 διιδεῖν M, δ’ ἰδεῖν Α: ἰδεῖν ceteri N 17 δὴ MA: οὖν P, om. GFHN 18 ὅνπερ ἀναστὰς v 20 εἶπεν] εἶπέ μοι GFHP τοὺς ὀφθαλμοὺς G 21 σου om. GF 23 σοι om. Turn. alterum 6 om. P 24 τύλην (sic) Α εὔξω FP1)

v.3.p.246
ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ“ (Gen. 31,11 — 13).

ὁρᾷς ὅτι θεοπέμπτους ὀνείρους ἀναγράφει ὁ θεῖος λόγος οὐ μόνον τοὺς κατὰ τὸ πρεσβύτατον τῶν αἰτίων προφαινομένους, ἀλλὰ καὶ τοὺς διὰ τῶν ὑποφητῶν αὐτοῦ καὶ ὀπαδῶν ἀγγέλων, οἳ θείας καὶ εὐδαίμονος μοίρας πρὸς τοῦ γεννήσαντος ἠξίωνται πατρός. σκόπει μέντοι καὶ τὸ ἀκόλουθον.

ὁ ἱερὸς λόγος τοῖς μὲν ὡς βασιλεὺς ἃ χρὴ πράττειν ἐξ ἐπιτάγματος παραγγέλλει, τοῖς δὲ ὡς γνωρίμοις διδάσκαλος τὰ πρὸς ὠφέλειαν ὑφηγεῖται, τοῖς δὲ ὡς σύμβουλος γνώμας εἰσηγούμενος τὰς ἀρίστας τὸ συμφέρον ἐξ ἑαυτῶν οὐκ εἰδότας μεγάλα ὠφελεῖ, τοῖς δὲ ὡς φίλος ἐπιεικῶς καὶ μετὰ πειθοῦς πολλὰ καὶ τῶν ἀρρήτων ἀναφέρει, ὧν οὐδένα τῶν ἀτελέστων ἐπακοῦσαι θέμις.

ἔστι δ’ ὅτε καὶ πυνθάνεταί τινων, ὥσπερ τοῦ Ἀδάμ· „ποῦ εἶ“ (Gen. 3, 9), πρὸς ὃ ἀποκρίναιτ’ ἄν τις οἰκείως „οὐδαμοῦ“, τῷ τἀνθρώπεια πάντα ἐν ὁμοίῳ μὴ μένειν, ἀλλὰ κινεῖσθαι καὶ ψυχῇ καὶ σώματι καὶ τοῖς ἐκτός. ἀνίδρυτοι μὲν γὰρ οἱ λογισμοί, φαντασίας ἀπὸ τῶν αὐτῶν πραγμάτων οὐχὶ τὰς αὐτὰς ἀλλ’ ἐναντίας ἔχοντες, ἀνίδρυτον δὲ καὶ τὸ σῶμα, ὡς μηνύουσιν αἱ ἐκ βρέφους ἄχρι γήρως τῶν ἡλικιῶν ἁπασῶν τροπαί, ἀνίδρυτα δὲ καὶ τὰ