De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

καίτοι τίς οὐκ ἂν εὖ φρονῶν εἴποι τῷ γένει καὶ τούτους εἶναι ποικίλους; ἀλλὰ γὰρ οὐκ ἔστιν αὐτῷ περὶ θρεμμάτων διαφορᾶς ἡ τοσαύτη σπουδή, περὶ μέντοι τῆς πρὸς καλοκἀγαθίαν ἀγούσης ὁδοῦ.

βούλεται γὰρ τὸν ἐπὶ ταύτην ἰόντα σποδῷ καὶ ὕδατι περιρραίνεσθαι, διότι γῆν καὶ ὕδωρ λόγος ἔχει φυραθέντα καὶ μορφωθέντα πρὸς τοῦ ἀνθρωποπλάστου εἰς τὸ ἡμέτερον ἀποκριθῆναι σῶμα, οὐ χειρόκμητον, ἀλλὰ φύσεως ἔργον ἀοράτου.

σοφίας οὖν ἐστιν ἀρχὴ μὴ ἐπιλανθάνεσθαι ἑαυτοῦ, τὰ δ’ ἐξ ὧν συνεκρίθη πρὸ ὀφθαλμῶν ἀεὶ λαμβάνειν· οὕτως γὰρ μεγαλαυχίαν, τὸ κακῶν θεομισέστατον, ἐκνίψαιτ’ ἄν. τίς γὰρ εἰς νοῦν βαλλόμενος, ὅτι τέφρα καὶ ὕδωρ εἰσὶν αὐτῷ τῆς γενέσεως αἱ ἀρχαί, φυσηθεὶς ὑπ’ οἰήσεως μετέωρος ἀρθήσεται;

διὰ τοῦτο καὶ τοὺς μέλλοντας ἱερουργεῖν περιρραίνεσθαι τοῖς λεχθεῖσιν ἐδικαίωσεν, οὐδένα θυσιῶν ἄξιον νομίσας, [*](1 θεοῦ] ποιῶν θεός MA, ποιῶν θεοῦ conicio 2 ἀρχιτέκτονι GFN, ἀρχιτέκτονος HP, ἀρχιτέκτων Turn. post Μωυσῆς add. ὄνομα GFHPN τοῦτ’ P, τοῦτο GFHN 4 εἰ δὴ Α: καὶ ἤδη MG, καὶ εἴδη FHPN 4 κατεσκεύασεν GH2, κατεσκεύαζεν v καὶ 6 σοφὸς MA: 6 δὲ σοφίας χῶρος χώρας Turn.) ὁ σοφὸς ὁ σοφὸς om. H) GFHP 4. 5 ποικιλτιστὴς Α 5 μόνος A: μόνον ceteri ἐν τοῖς] ἑαυτοῦς Α ἀνήρηται ’P τὸ om. GFH1P1 6 ὁ om. Α 7 πῶς MA: καὶ πῶς ceteri ἐργαλεῖον Cohn: μεγαλεῖον codd. 8 ἧς Turn.: οὗ codd., fort. lacuna statuenda est οἶκος MAGF: λόγος ὃς add. H2) HP καὶ] τὰ coni. Mang. 10 διαλέκτους Α (corr. Hoesch.) 12 οὐκ om. ’ 13 τοιαύτη coni. Cohn 14 ἀγούσης om. GFHP 15 ταύτην τ scripsi: ταῦτα MA, ταὐτὴ GFH, ταῦ P ἰόντα M: ὕοντα A, ὄντα ceteri περιραίνεσθαι GF, item lin. 23 1(5 τοὺς ἀνθρωποπλάστους ἀνθρωποπλέκτους F) GFH1P1 μορφωθέντα] φυραθέντα Α (corr. Hoesch.) 19 συνεκράθη H 20 κακῶν M: κακὸν ceteri τί Turn. βαλόμενος Α, fort. recte 21 εἰσὶν αὐτῶ τῆς MA: ἐστὶ G, ἐστὶ τῆς FHP αἱ om. GFH1P 21. 22 ὑπὸ οἰκήσεως Α 23. 251,1 θυσιῶν — ἀνθρωπίνην in mg. H2)

v.3.p.251
ὃς μὴ πρότερον ἑαυτὸν ἔγνωκε καὶ τὴν ἀνθρωπίνην οὐδένειαν κατείληφεν, ἐξ ὧν συνεκρίθη στοιχείων τὸ μηδενὸς ἄξιος εἶναι τεκμηράμενος.

τὰ τρία ταῦτα σημεῖα, τὸ διάλευκον, τὸ ποικίλον, τὸ σποδοειδὲς ῥαντόν, περὶ μὲν τὸν ἀσκητὴν ἅτε μήπω τέλειον ἀτελῆ, περὶ δὲ τὸν τέλειον φαίνεται καὶ αὐτὰ τέλεια.

ὃν δὲ τρόπον, θεασώμεθα· τὸν μέγαν ἀρχιερέα, ὁπότε μέλλοι τὰς νόμῳ προστεταγμένας ἐπιτελεῖν λειτουργίας, ὁ ἱερὸς ἐδικαίωσε λόγος ὕδατι καὶ τέφρᾳ περιρραίνεσθαι τὸ πρῶτον (Exod. 29, 4) εἰς ὑπόμνησιν ἑαυτοῦ — καὶ γὰρ ὁ σοφὸς Ἀβραάμ, ὅτε ἐντευξόμενος ᾔει τῷ θεῷ, γῆν καὶ σποδὸν εἶπεν ἑαυτόν (Gen. 18, 27) —, ἔπειτ’ ἐνδύεσθαι τὸν ποδήρη χιτῶνα καὶ τὸ ποικίλον ὃ κέκληκεν ἐπ’ αὐτῷ περιστήθιον (Exod. 29, 5), τῶν κατ’ οὐρανὸν φωσφόρων ἄστρων ἀπεικόνισμα καὶ μίμημα.

δύο γάρ, ὡς ἔοικεν, ἱερὰ θεοῦ, ἓν μὲν ὅδε ὁὁ κόσμος, ἐν ᾧ καὶ ἀρχιερεὺς ὁὁ πρωτόγονος αὐτοῦ θεῖος λόγος, ἕτερον δὲ λογικὴ ψυχή, ἧς ἱερεὺς ὁ πρὸς ἀλήθειαν ἄνθρωπος, οὗ μίμημα αἰσθητὸν ὁ τὰς πατρίους εὐχὰς καὶ θυσίας ἐπιτελῶν ἐστιν, ᾧ τὸν εἰρημένον ἐπιτέτραπται χιτῶνα ἐνδύεσθαι, τοῦ παντὸς ἀντίμιμον ὄντα οὐρανοῦ, ἵνα συνιερουργῇ καὶ ὁ κόσμος ἀνθρώπῳ καὶ τῷ παντὶ ἄνθρωπος.

δύο μὲν οὖν ἤδη, τόν τε ῥαντὸν καὶ τὸν ποικίλον τύπον, ἔχων ἐπιδέδεικται· τὸν δὲ τρίτον καὶ τελειότατον, ὃς ὀνομάζεται διάλευκος, αὐτίκα σημανοῦμεν. ὅταν εἰς τὰ ἐσωτάτω τῶν ἁγίων ὁ αὐτὸς οὗτος ἀρχιερεὺς εἰσίῃ, τὴν μὲν ποικίλην ἐσθῆτα ἀπαμπίσχεται, λινῆν δὲ ἑτέραν, βύσσου τῆς καθαρωτάτης πεποιημένην, ἀναλαμβάνει (Lev. 16, 4).

ἡ δ’ ἐστὶ σύμβολον εὐτονίας, ἀφθαρσίας, αὐγοειδεστάτου φέγγους· ἀρραγής τε γὰρ ἡ ὀθόνη καὶ ἐξ οὐδενὸς τῶν [*](1 ἑαυτὸν GFHP: αὐτὸν Α, αὐτὸν M οὐθένειαν P θ, s. s. Α 2 συνε· κράθη H2 ἄξιον GFH 3 τὰ τρία ταῦτα MA: ταῦτα GFH1P, ταῦτα τὰ H2 4 ῥαντὸν] ἑαυτόν F ante ἀτελῆ add. ἑωρακότα GFHP ἕωλα καὶ coni. Mang.) ἀτελῆ—τέλειον om. A μέγαν] μὲν γὰρ GFHP 9 ἤει M, s. s. H: εἴη ceteri τῷ om. HP θεῷ om. H1P1 ἑαυτῶ Α 10 τὸ] τόν Turn. 11 κυλλῷ εἶχεν ἐπ’ coni. Mang., ὃ πέπηκται ἐπ’ conicio 12 ἀστέρων Α 13 πρωτόγονος] καὶ μόνος s. s. F2 15 καὶ MAG: τε καὶ FHP 16 ἱερωμένον F ἐπιγέγραπται L 17 ἀντιμίμημα GFHP ἶνα] ἵνα καὶ Α 18 ὁ ἄνθρωπος G εἴδη G2PH1 τό τε H2 18 alterum τὸν om. GFHP 19 τύπων P2 τελεώτατον Α 20 διάλευκον P ἐσώτατα FHP 21 6 ἀρχιερεὺς F 21. 22 ἀπαμπίσχεται M: ἃς ἀμπίσχεται Α, ἀπαμφίσκεται GFHP π s. s. P2) 22 βύσσον Α 23 ἀφθαρσίας om. GFHP, tum καὶ add. Mang. 24 αὐτοειδεστάτου prius GF ἀρραγὴς τε scripsi: καθαρά τε MAP2, ἀρραγεστέρα GFP1, ἀρραγέστατον H οὐθενὸς MAF)

v.3.p.252
ἀποθνῃσκόντων γίνεται καὶ ἔτι λαμπρότατον καὶ φωτοειδέστατον ἔχει μὴ ἀμελῶς καθαρθεῖσα χρῶμα.

διὰ δὲ τούτων ἐκεῖνο αἰνίττεται, ὅτι τῶν ἀδόλως καὶ καθαρῶς θεραπευόντων τὸ ὂν οὐδείς ἐστιν ὃς μὴ πρῶτον μὲν ἰσχυρογνωμοσύνῃ κέχρηται καταφρονήσας τῶν ἀνθρωπείων πραγμάτων, ἃ δελεάζοντα κηραίνει καὶ ἀσθένειαν ἐργάζεται, ἔπειτα ἀφθαρσίας ἐφίεται γελάσας ὅσα οἱ θνητοὶ τυφοπλαστοῦσι, τελευταῖον δὲ ἀληθείας ἀσκίῳ φέγγει καὶ περιαυγεῖ καταλάμπεται, μηδὲν ἔτι τῶν τῆς ψευδοῦς δόξης, ἃ σκότῳ φίλα εἶναι συμβέβηκε, προσιέμενος.

ὁ μὲν δὴ μέγας ἀρχιερεὺς τρισὶ ταῖς εἰρημέναις τυπωθεὶς σφραγῖσι, τῇ διαλεύκῳ, τῇ ποικίλῃ, τῇ σποδοειδεῖ ῥαντῇ, τοιοῦτος ἡμῖν ἀναγεγράφθω· τὸν δὲ τῆς ἀνθρωπίνης πολιτείας ἐφιέμενον, Ἰωσὴφ ὄνομα, τῶν μὲν ἄκρων ἰδεῖν ἔστι μὴ μεταποιούμενον χαρακτήρων, μόνου δὲ τοῦ μέσου καὶ ποικίλου.

λέγεται γὰρ ὅτι χιτῶνα ποικίλον ἔσχεν (Gen. 37,3), οὔτε καθαρσίοις περιρρανάμενος ἱεροῖς, ἀφ’ ὧν ἑαυτὸν ἂν ἔγνω τέφρας καὶ ὕδατος συμφόρημα, οὔτε τῆς πανλεύκου καὶ φωτοειδεστάτης ἐσθῆτος, ἀρετῆς, ψαῦσαι δυνηθείς, ἀλλὰ τὸ τῆς πολιτείας ἐπαμπισχόμενος ὕφασμα παμποίκιλον, ᾧ βραχύτατον μέρος ἀληθείας ἐγκαταμέμικται, πολλαὶ δὲ καὶ μεγάλαι μοῖραι ψευδῶν εὐλόγων πιθανῶν εἰκότων, ἐξ ὧν οἱ Αἰγύπτου πάντες ἀνέβλαστον σοφισταί, οἰωνομάντεις, ἐγγαστρίμυθοι, τερατοσκόποι, δεινοὶ παλεῦσαι καὶ κατεπᾷσαι καὶ γοητεῦσαι, ὧν τὰς ἐπιβούλους τέχνας μέγα ἔργον διεκδῦναι.

διὸ καὶ τὸν χιτῶνα τοῦτον εἰσάγει Μωυσῆς φυσικῶς αἵματι πεφυρμένον (Gen. 38, 31), ἐπειδὴ πᾶς ὁ τοῦ πολιτευομένου βίος πέφυρται, πολεμῶν τε καὶ πολεμούμενος καὶ ὑπὸ τῶν προσπιπτουσῶν ἀβουλήτων συντυχιῶν βαλλόμενος καὶ τοξευόμενος.

ἐρεύνησον οὖν τὸν λίαν δημοτικόν, ᾧ τὰ πόλεως πράγματα ἐφορμεῖ, μὴ καταπλαγεὶς τοὺς θαυμαστικῶς ἔχοντας αὐτοῦ, καὶ πολλὰς μὲν ἐμφωλευούσας νόσους εὑρήσεις, πολλὰς δ’ ἐξημμένον κῆρας καὶ βιαίως ἑκάστην τὴν ψυχὴν αὐχενίζουσαν καὶ ἀφανῶς [*](3 τῶν] τὸν F 4 ἀνθρωπίνων GFHP 6 θνητοὶ MAP2: τυφλοὶ ceteri τυφοπλαστοῦσι F: τυφλοπλαστοῦσι ceteii 9 ante τρισὶ add. τῆς ὁμολογίας GFHP, interpolatum ex Epist. ad Hebraeos 3, 1 10 ποικίλῳ HP, G ut vid. 13 εἶχεν GFHP 14 περιρανάμενος MAGF ἀφ’] ἐφ’ Α 15 ἂν ἔγνω Α: ἀνέγνω ceteri οὔτε] οὗ F 17 ἀληθείας μέρος μέθος F) GFHP 18 ἀλόγων Α 19 οἱ MA: οἱ ἀπ’ ceteri σοφίας G 19. 20 οἷς ὀνόματ᾿ εἰσὶν Α 20 παλαῖσαι GHP, παλάσαι F κατασπᾶσαι GFHP 22 Μωσῆς codd. περιφυρμένον G 23 πᾶς om. G 25 δημοκοπικὸν Α, δημωτικὸν G 26 καταπλαγὴς GFHP 27. 28 ἐξ ὑμένων Α, ἐξημμένας conicio 28 ἑκάστην MA: ἐφ’ ἑκάτερα GHP, ἑκάτερα F)

v.3.p.253
αὐτῇ προσπαλαίουσαν καὶ ζητοῦσαν ἀνατρέψαι καὶ καταβαλεῖν, ἢ τοῦ πλήθους τῇ προστασίᾳ δυσχεράναντος ἢ κατὰ ἀντεπίθεσιν δυνατωτέρου ἀνδρός.

ἔστι δὲ καὶ ὁ φθόνος βαρὺς καὶ δυσαπότριπτος ἐχθρός, ἐπιφυόμενος ἀεὶ ταῖς λεγομέναις εὐπραγίαις, ὃν οὐ ῥᾴδιον ἐκφυγεῖν.

τί οὖν ὡς ἐσθῆτα πολυτελῆ τὴν ἐπηνθισμένην πολιτείαν ἀναψάμενοι γαυριῶμεν, τῷ εὐπρεπεῖ τῆς φανερᾶς ὄψεως ἀπατώμενοι, τὸ δ’ ἀφανὲς καὶ κεκρυμμένον ἐπίβουλον καὶ σφαλερὸν αἶσχος αὐτῆς οὐ κατανοοῦντες;