De Confusione Linguarum

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἀδελφὰ καὶ συγγενῆ τούτοις. ἤδη δὲ καὶ προσυπερβάλλοντές τινες οὐ μόνον τὰς αὑτῶν ψυχὰς ἐπὶ ταῦτα ἤλειψαν, ἀλλὰ καὶ τοὺς ἀμείνους καὶ γένους ὄντας ὁρατικοῦ βιασάμενοι κατηνάγκασαν πλινθουργεῖν καὶ πόλεις οἰκοδομεῖν ὀχυρὰς (Exod. 1,11) τῷ βασιλεύειν δοκοῦντι νῷ, βουλόμενοι τοῦτο ἐνδείξασθαι, ὅτι δοῦλον μὲν τὸ ἀγαθὸν κακοῦ πάθος τ’ εὐπαθείας δυνατώτερον, φρόνησις δὲ καὶ πᾶσα ἀρετὴ ἀφροσύνης καὶ κακίας ἁπάσης ὑπήκοον, ὡς ὑπηρετεῖν ἐξ ἀνάγκης ἅττ’ ἂν προστάττῃ τὸ δεσπόζον.

ἰδού, γάρ φησι, καὶ ὁ ψυχῆς ὀφθαλμὸς ὁ διαυγέστατος καὶ καθαρώτατος καὶ πάντων ὀξυωπέστατος, ᾧ μόνῳ τὸν θεὸν ἔξεστι καθορᾶν, ὄνομα Ἰσραήλ, ἐνδεθείς ποτε τοῖς σωματικοῖς Αἰγύπτου δικτύοις ἐπιταγμάτων βαρυτάτων ἀνέχεται, ὡς πλίνθον καὶ πᾶν τὸ γεῶδες ἐργάζεσθαι μετὰ ἀργαλεωτάτων καὶ ἀτρυτοτάτων πόνων· ἐφ’ οἷς εἰκότως ὀδυνᾶται καὶ στένει, τοῦτο μόνον ὡς ἐν κακοῖς τεθησαυρισμένος κειμήλιον, ἐκδακρῦσαι τὰ παρόντα·

λέγεται γὰρ ὑγιῶς ὅτι „κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων„ (Exod. 2,23). τίς δ’ οὐκ ἂν τῶν εὖ φρονούντων τὰ τῶν πολλῶν ἀνθρώπων ἰδὼν ἔργα καὶ τὰς [*](2. 3 κατασκευασμένοις, κατεσ·́ ευασμἐνοις v G περιθεὶς L 7 εὐπαγἐσαρα HP: ἐπαγἐστερα GF, εὐπαγἐστατα v εὐφορώτατα IIF 8 τοῦτ’] ταῦτ’ G 14 alteiuiii τε] δὲ conicio 17 αὐτῶν codd. 17. 18 καὶ τάς καὶ γένους F 18 ὁρατικοὺς G 23 προστάττει G, προστάξῃ F φησιν ὁ καὶ G 27 ἀτρυτοτάτων (i: ἀτρυτωτάτων F, ἀτρυπωτάτων III’, ἀτρύτων coiii. Mang. 29 ἐνδακρὐσᾶι L)

v.2.p.247
ὑπερβαλλούσας σπουδάς, αἷς ἢ πρὸς ἀργυρισμὸν ἢ δόξαν ἢ τὴν ἐν ἡδοναῖς ἀπόλαυσιν εἰώθασι χρῆσθαι, σφόδρα κατηφήσαι καὶ πρὸς τὸν μόνον σωτῆρα θεὸν ἐκβοήσαι, ἵνα τὰ μὲν ἐπικουφίσῃ, λύτρα δὲ καὶ σῶστρα καταθεὶς τῆς ψυχῆς εἰς ἐλευθερίαν αὐτὴν ἐξέληται;

τίς οὖν ἐλευθερία βεβαιοτάτη; τίς; ἡ τοῦ μόνου θεραπεία σοφοῦ, καθάπερ μαρτυροῦσιν οἱ χρησμοί, ἐν οἷς εἴρηται „ἐξαπόστειλον τὸν λαόν, ἵνα με θεραπεύῃ„ (Exod. 8,1).

ἴδιον δὲ τῶν τὸ ὂν θεραπευόντων οἰνοχόων μὲν ἢ σιτοποιῶν ἢ μαγείρων ἔργα ἢ ὅσα ἄλλα γεώδη μήτε διαπλάττειν μήτε συντιθέναι σώματα πλίνθου τρόπον, ἀναβαίνειν δὲ τοῖς λογισμοῖς πρὸς αἰθέριον ὕψος, Μωυσῆν, τὸ θεοφιλὲς γένος, προστησαμένους ἡγεμόνα τῆς ὁδοῦ.

τότε γὰρ τὸν μὲν τόπον, ὃς δῆλός ἐστι, θεάσονται, ᾧ ὁ ἀκλινὴς καὶ ἄτρεπτος θεὸς ἐφέστηκε, „τά θ’ ὑπὸ τοὺς πόδας αὐτοῦ, τὸ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὡς ἂν εἶδος στερεώματος τοῦ οὐρανοῦ", τὸν αἰσθητὸν κόσμον, ὃν αἰνίττεται διὰ τούτων (Exod. 24,10).

εὐπρεπὲς γὰρ τοῖς ἑταιρείαν πρὸς ἐπιστήμην θεμένοις ἐφίεσθαι μὲν τοῦ τὸ ὂν ἰδεῖν, εἰ δὲ μὴ δύναιντο, τὴν γοῦν εἰκόνα αὐτοῦ, τὸν ἱερώτατον λόγον, μεθ’ ὃν καὶ τὸ ἐν αἰσθητοῖς τελειότατον ἔργον, τόνδε τὸν κόσμον· τὸ γὰρ φιλοσοφεῖν οὐδὲν ἦν ἄλλο ἢ ταῦτα σπουδάζειν ἀκριβῶς ἰδεῖν.

τὸν δὲ αἰσθητὸν κόσμον ὡς ἂν ὑποπόδιον θεοῦ φησιν εἶναι διὰ τάδε· πρῶτον μὲν ἵν’ ἐπιδείξῃ, ὅτι οὐκ ἐν τῷ γεγονότι τὸ πεποιηκὸς αἴτιον, ἔπειτα δ’ ὑπὲρ τοῦ παραστῆσαι, ὅτι οὐδ’ ὁ κόσμος ἅπας ἀφέτῳ καὶ ἀπελευθεριαζούσῃ κινήσει κέχρηται, ἀλλ’ ἐπιβέβηκεν ὁ κυβερνήτης θεὸς τῶν ὅλων οἰακονομῶν καὶ πηδαλιουχῶν σωτηρίως τὰ σύμπαντα, οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ἄλλῳ τῶν ἐν γενέσει κεχρημένος μέρει τὸ παράπαν οὐδενὶ κατὰ τὸν ἀληθῆ λόγον — „οὐ γὰρ ὡς ἄνθρωπος ὁ [*](1 σπονδάς GF αἷς] ἅς G ἡ primum vid. del. 2 σφόδρα G: μὴ σφόδρα FHP κατηφήσαι scripsi: κατηφήσει G, κατηφήση FHP 3 ἐκβοήσαι scripsi: ἐκβοήσει G, ἐκβοήσῃ FHP καὶ om. HP 5 τίς GF: om. HP 10 Μωυσῆς GP 10. 11 ἡγεμόνας GF 11 τρόπον GH ἐστι] ἐστιν ὅ G ᾦ om. G 12 τά θ’ scripsi: τὰ 0’ codd. 13 τὸ Turn.: τὸν codd. ἔργου P πλίνθου Mang. : λίθου codd. 15 εὐπρεπὲς Eus: ἐμπρεπὲς codd. ἑταιρίαν HP 15. 16 τοῦ τὸ ὃν Eus : τοῦτον codd. 16 δύναιτο GF 17 τόνδε HP : δὲ GF 23 οἰακονομῶν Mang.: οἰκονομῶν codd. σωτηρίας G 24 μέλει coni. Mang.) [*](15 — 17 Eusebius Pr. ev. XI 15: τὴν δὲ τοῦ δόγματος διάνοιαν Φίλων ὁ ’EPpalos λευκότερον ἑρμηνεύων τοῦτον παρίστησι τὸν τρόπον· εὐπρεπὲς γ̀ρ —λόγον.)

v.2.p.248
θεός„ (Num. 23,19) —, ἀλλὰ τὸν ἕνεκα αὐτὸ μόνον διδασκαλίας εἰσαγόμενον ἡμῶν τῶν ἑαυτοὺς ἐκβῆναι μὴ δυναμένων, ἀλλ’ ἀπὸ τῶν ἡμῖν αὐτοῖς συμβεβηκότων τὰς περὶ τοῦ ἀγενήτου καταλήψεις λαμβανόντων.

παγκάλως δ’ ἔχει τὸ ἐν παραβολῆς εἴδει φάναι τὸν κόσμον ὡς εἶδος πλίνθου· δοκεῖ μὲν γὰρ ἑστάναι καὶ βεβηκέναι ὡς ἐκείνη κατὰ τὰς τῆς αἰσθητῆς ὄψεως προσβολάς, κέχρηται δὲ ὠκυτάτῃ κινήσει καὶ τὰς ἐν μέρει πάσας παραθεούσῃ.

καὶ γὰρ μεθ’ ἡμέραν ἡλίου καὶ νύκτωρ σελήνης φαντασίαν ὡς ἑστώτων οἱ σώματος ὀφθαλμοὶ λαμβάνουσι· καίτοι τίς οὐκ οἶδεν, ὅτι τὸ τῆς περὶ αὐτοὺς φορᾶς τάχος ἀνανταγώνιστόν ἐστιν, εἴ γε τὸν σύμπαντα οὐρανὸν μιᾷ περιπολοῦσιν ἡμέρᾳ; οὕτως μέντοι καὶ αὐτὸς ὁ σύμπας οὐρανὸς ἑστάναι δοκῶν περιδινεῖται κύκλῳ, τῆς κινήσεως τῷ ἀειδεῖ καὶ θειοτέρῳ καταλαμβανομένης τῷ κατὰ

διάνοιαν ὀφθαλμῷ. πυροῦντες δὲ τὰς πλίνθους εἰσάγονται συμβολικῶς, τὰ πάθη καὶ τὰς κακίας θερμῷ καὶ κινητικωτάτῳ λόγῳ κραταιούμενοι, ὡς μὴ πρὸς τῶν σοφίας δορυφόρων ποτὲ καθαιρεθεῖεν, οἷς τὰ πρὸς ἀνατροπὴν αὐτῶν αἰεὶ μηχανήματα συγκροτεῖται.

διὸ καὶ ἐπιλέγεται „ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον„ (Gen. 11,3) — τὸ γὰρ μανὸν καὶ κεχυμένον τῆς μὴ σὺν λόγῳ φορᾶς εἰς ἀντίτυπον καὶ στερεὰν φύσιν πιληθὲν καὶ πυκνωθὲν λόγοις δυνατοῖς καὶ ἀποδείξεσιν ἐχυρωτάταις μετέβαλεν, ἀνδρωθείσης τρόπον τινὰ τῆς τῶν θεωρημάτων καταλήψεως, ἥτις ἐν ἡλικίᾳ διαρρεῖ παιδικῇ διὰ τὴν τῆς ψυχῆς ὑγρότητα μήπω δυναμένης τοὺς ἐνσφραγιζομένους πήττειν καὶ διαφυλάττειν χαρακτῆρας —, "καὶ ἡ ἄσφαλτος ἦν αὐτοῖς πηλός„ (ibid.), οὐκ ἔμπαλιν ὁ πηλὸς ἄσφαλτος·

δοκοῦσι μὲν γὰρ οἱ φαῦλοι τὰ ἀσθενῆ κραταιοῦσθαι κατὰ τῶν ἀμεινόνων καὶ τὰ διαλυόμενα καὶ ῥέοντα ἐξ αὐτῶν πήττειν, ἵν’ ἐπ’ ἐχυροῦ βάλωσι καὶ τοξεύσωσιν ἀρετήν· ὁ δ’ ἵλεως καὶ πατὴρ τῶν καλῶν οὐκ ἐφήσει τὸ δεδεμένον ἐκνικᾶν εἰς ἀδιάλυτον ἀσφάλειαν, ῥεούσης σπουδῆς μὴ ὑφεστὼς ἔργον ὡς πλαδῶντα πηλὸν ἀναδείξας.

εἰ μὲν γὰρ ὁ πηλὸς ἐγένετο ἄσφαλτος, μέχρι παντὸς ἂν ἴσως τὸ ἐν [*](1. 2 τὸν et εἰσαγόμενον GF: τῶν et εἰσαγομένων HP 3 ἀγεννήτου H 4 εἶδος] ἔργον conicio 5 τὰς τῆς FP: τῆς G, τἀς H ὁ προβολὰς G^F κέκτηται G 9 τὸ addidi ἑαυτοὺς GF 10 οὗτος HP 12 κατλαμβανομένης Turn.: καταλαμβανόμενος codd. 14 κινητικωτάτῳ F: νικητικωτάτω G, κινηκωτάτω H, κινηκοτάτω P 16 ἀεὶ GF 17 γὰρ om. GF 18 ἀντίτυπον καὶ στερεὰν scripsi: ἀντιτύπου καὶ στερεᾶς codd. 19 δυναταῖς H 19. 20 ὀχυρωτάταις F 25 αὑτῶν conicio 26 ἀπ’ ἐχυροῦ conicio βάλλωσι F" ὁ δείλαιος καὶ G 27 ἐκνικᾶν scripsi: ἐκείνων codd. 28 ἀναδείξας Mang.: ἀναδεῖξαι codd. 29 ἐγένετο scripsi: γίνεται codd., ἐγίνετο v)

v.2.p.249
συνεχεῖ ῥύσει γεῶδες αἰσθητὸν εἰς ἀσφαλῆ καὶ ἀμετάβλητον δύναμιν ἐξενίκησεν· ἐπεὶ δὲ τοὐναντίον ἡ ἄσφαλτος εἰς πηλὸν μετέβαλεν, οὐκ ἀθυμητέον· ἐλπὶς γάρ, ἐλπὶς τὰ βέβαια τῆς κακίας ἐρείσματα κράτει θεοῦ διακοπῆναι.

τοιγαροῦν ὁ δίκαιος καὶ ἐν τῷ μεγάλῳ καὶ ἐπαλλήλῳ τοῦ βίου κατακλυσμῷ, μήπω δυνάμενος δίχα αἰσθήσεως ψυχῇ μόνῃ τὰ ὄντα ὄντως ὁρᾶν, „τὴν κιβωτόν„, λέγω δὲ τὸ σῶμα, „ἔνδοθέν τε καὶ ἔξωθεν ἀσφάλτῳ„ καταχρίσει (Gen. 6,14) βεβαιούμενος τὰς δι’ αὐτοῦ φαντασίας καὶ ἐνεργείας· λωφήσαντος δὲ τοῦ κακοῦ καὶ τῆς φορᾶς ἐπισχούσης ἐξελεύσεται χρησάμενος ἀσωμάτῳ διανοίᾳ πρὸς τὴν ἀληθείας ἀντίληψιν.

ὁ μὲν γὰρ ἀστεῖος ἀπὸ γενέσεως ἀρχῆς φυτευθεὶς καὶ προσαγορευθεὶς τρόπος, ὄνομα Μωυσῆς, ὁ τὸν κόσμον ὡς ἄστυ καὶ πατρίδα οἰκήσας ἅτε κοσμοπολίτης γενόμενος, ἐνδεθείς ποτε τῷ ἐπαληλιμμένῳ ὡς ἂν „ἀσφαλτοπίσσῃ" (Exod. 2,3) σώματι καὶ δοκοῦντι τὰς πάντων τῶν ὑποκειμένων ἐν αἰσθήσει φαντασίας ἀσφαλῶς δέχεσθαί τε καὶ κεχωρηκέναι, κατακλαίει (Exod. 2,6) μὲν τὴν ἔνδεσιν ἀσωμάτου φύσεως πιεσθεὶς ἔρωτι, κατακλαίει δὲ καὶ τὸν πλάνητα καὶ τετυφωμένον τῶν πολλῶν ἄθλιον νοῦν, ὃς ψευδοῦς δόξης ἐκκρεμασθεὶς ᾠήθη τι παρ’ ἑαυτῷ βέβαιον καὶ ἀσφαλὲς ἢ συνόλως παρά τινι τῶν γενομένων ἄτρεπτον ἱδρῦσθαι, τοῦ παγίως καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος ἐστηλιτευμένου παρὰ μόνῳ τῷ θεῷ.

Τὸ δὲ „δεῦτε καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ„ (Gen. 11,4) τοιοῦτον ὑποβάλλει νοῦν· πόλεις ὁ νομοθέτης οὐχὶ ταύτας μόνον οἴεται εἶναι τὰς ἐπὶ γῆς δημιουργηθείσας, ὧν εἰσιν ὗλαι λίθοι καὶ ξύλα, ἀλλὰ καὶ ἃς ἄνθρωποι περιφέρουσι ταῖς ψυχαῖς ἑαυτῶν ἐνιδρυμένας. εἰσὶ δ’ αὗται μέν,

ὡς εἰκός, ἀρχέτυποι ἅτε θειοτέρας κατασκευῆς λαχοῦσαι, ἐκεῖναι δὲ μιμήματα ὡς ἂν ἐκ φθαρτῆς οὐσίας συνεστῶσαι. διττὸν δὲ πόλεως εἶδος, τὸ μὲν ἄμεινον, τὸ δὲ χεῖρον, ἄμεινον μὲν τὸ δημοκρατίᾳ χρώμενον ἰσότητα τιμώσῃ πολιτείᾳ, ἧς ἄρχοντές εἰσι νόμος καὶ δίκη — θεοῦ δὲ ὕμνος ἡ τοιάδε —, χεῖρον δὲ τὸ κιβδηλεῦον αὐτήν, ὡς τὸ [*](1 εἰς oiu. L 2 ἐξενίκησεν H: ἐξεκίνησεν GFP 4 διακοπεῖναι F ὁ δεόντως coni. Mang. 7 καταχρήσει Η 8 δὲ om. GFL- 12. 13 ἐπαληλιμμένῳ G: ἐπλληλειμμἐνω FPL-, ἐπαλληλειμμἐνω HL’ 13 ἂν scripsi: ἐν codd. ἀσφλτοπίσσῃ Mang.: ἀσφάλτω πίσσῃ codd. 14 τῶν actdidi ἐνδέχεσθαί v 15. 16 bis κατααλαίη P 16 πένητα G 17 τι HP: τοῖς G, τὸ F 19 παγίου conicio 21 καὶ fort. del. 23. 24 οἴεται—λίθοι om..HP 24 ἃς] ὡς G 25 ἐνιδρυμἐἐνιδρυμέναις G 27 ἄν om. L 29. 30 θεοῦ δὲ ὃμνος] εὐνομωτάτη δ’ vel θεοῦ δὲ ὀπαδὸς (cf. ἑ 118) conicio, εὐδόκιμος Coni. Cohn 30 ἤτοι ᾄδεται G, ἡ τοιαιδέτε (sic) F)

v.2.p.250
παράσημον καὶ παρακεκομμένον ἐν νομίσμασιν, ὀχλοκρατία, ἣ θαυμάζει τὸ ἄνισον, ἐν ᾗ ἀδικία καὶ ἀνομία καταδυναστεύουσιν.