De Confusione Linguarum

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ὁ μὲν δὴ τῶν τοιούτων νοῦς ἀπορρίπτει πᾶσαν τὴν ἀγαθοῦ φύσιν τρόπον τινὰ τιναττόμενος, ἔμπαλιν δ’ ὁ τῶν ἀστείων, ἀμιγοῦς καὶ ἀκράτου μεταποιούμενος τῆς τῶν ἀγαθῶν ἰδέας, ἀποτινάττει καὶ ἀποβάλλει τὰ φαῦλα·

θέασαι γοῦν τὸν ἀσκητὴν οἷά φησιν· „ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ’ ὑμῶν ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθήλ„ (Gen. 35,2. 3), ἵνα, κἂν Λάβαν ἔρευναν αἰτῆται, ἐν ὅλῳ τῷ οἴκῳ μὴ εὑρεθῇ τὰ εἴδωλα (Gen. 31,35), ἀλλὰ πράγματα ὑφεστηκότα καὶ ὄντως ὑπαρκτά, ἐστηλιτευμένα ἐν τῇ τοῦ σοφοῦ διανοίᾳ, ὧν καὶ τὸ αὐτομαθὲς γένος Ἰσαὰκ κληρονομεῖ· τὰ γὰρ ὑπαρκτὰ μόνος οὗτος παρὰ τοῦ πατρὸς λαμβάνει (Gen. 25,5).

Παρατήρει δ’ ὅτι οὔ φησιν ἐλθεῖν αὐτοὺς εἰς τὸ πεδίον ἐν ᾧ κατέμειναν, ἀλλὰ εὑρεῖν ἀναζητήσαντας πάντως καὶ σκεψαμένους τὸ ἐπιτηδειότατον ἀφροσύνης χωρίον· τῷ γὰρ ὄντι πᾶς ἄφρων οὐ παρ’ ἑτέρου λαμβάνει ἑαυτῷ τὰ δὲ κακὰ ζητῶν ἀνευρίσκει, μὴ μόνοις ἀρκούμενος τούτοις ἐφ’ ἅπερ ἡ μοχθηρὰ φύσις δι’ ἑαυτῆς βαδίζει, ἀλλὰ καὶ [*](1 φορῶν P’ 3 εὐσταλὲς Η 7 οὐδέν G ἡ σκιάν καὶ Turn. : ἢ σκιὰ καὶ HP, σκιάς GF 11 ἐνάργειαν F: ἐναργίαν G, ἐνέργειαν Η 14 τῳ] τὸ GH 15 κάλλος conicio μήτ’ ερὸη F 17 ταραττόμενος P 19 φαῦλα Mang.: φύλλα codd. θέασαι FL-: θέασον GHPLi γοῦν scripsi: οὖν codd. 22 ἐρευνᾶν HP 23 αἰτῆτε HP, ποιῆται conicio εὑρεθῆναι HP ἀλλά add. Mang. 25 ὧν] 3 Mang. 27 παρατηρήσεις L 29 ἀφροσύνῃ conicio 30 λαμβάνει, ἐξ ἑαυτοῦ (ἐν ἑαυτῷ Cohn) δὲ τὰ κακὰ conicio μόνοις Mang. : μόνον codd.)

v.2.p.244
προστιθεὶς τὰ ἐκ τοῦ κακοτεχνεῖν τέλεια γυμνάσματα.

καὶ εἴθε μέντοι πρὸς ὀλίγον ἐνδιατρίψας αὐτοῖς χρόνον μετανίστατο. νυνὶ δὲ καὶ καταμένειν ἀξιοῖ· λέγεται γὰρ ὅτι εὑρόντες τὸ πεδίον κατῴκησαν ὡς ἐν πατρίδι, οὐχ ὡς ἐπὶ ξένης παρῴκησαν. ἧττον γὰρ ἦν δεινὸν συντυχόντας ἁμαρτήμασιν ὀθνεῖα αὐτὰ καὶ ὥσπερ ἀλλοδαπὰ νομίσαι, ἀλλὰ μὴ οἰκεῖα καὶ συγγενῆ ὑπολαβεῖν εἶναι· παρεπιδημήσαντες γὰρ κἂν ἀπέστησαν αὖθις, κατοικήσαντες δὲ βεβαίως καταμένειν εἰσάπαν ἔμελλον.

διὰ τοῦτο οἱ κατὰ Μωυσῆν σοφοὶ πάντες εἰσάγονται παροικοῦντες· αἱ γὰρ τούτων ψυχαὶ στέλλονται μὲν ἀποικίαν οὐδέποτε τὴν ἐξ οὐρανοῦ, εἰώθασι δὲ ἕνεκα τοῦ φιλοθεάμονος καὶ φιλομαθοῦς εἰς τὴν περίγειον φύσιν ἀποδημεῖν.

ἐπειδὰν οὖν ἐνδιατρίψασαι σώμασι τὰ αἰσθητὰ καὶ θνητὰ δι’ αὐτῶν πάντα κατίδωσιν, ἐπανέρχονται ἐκεῖσε πάλιν, ὅθεν ὡρμήθησαν τὸ πρῶτον, πατρίδα μὲν τὸν οὐράνιον χῶρον ἐν ᾧ πολιτεύονται, ξένην δὲ τὸν περίγειον ἐν ᾧ παρῴκησαν νομίζουσαι· τοῖς μὲν γὰρ ἀποικίαν στειλαμένοις ἀντὶ τῆς μητροπόλεως ἡ ὑποδεξαμένη δήπου πατρίς, ἡ δ’ ἐκπέμψασα μένει τοῖς ἀποδεδημηκόσιν, εἰς ἣν καὶ ποθοῦσιν ἐπανέρχεσθαι.

τοιγαροῦν εἰκότως Ἀβραὰμ ἐρεῖ τοῖς νεκροφύλαξι καὶ ταμίαις τῶν θνητῶν, ἀναστὰς ἀπὸ τοῦ νεκροῦ βίου καὶ τύφου· „πάροικος καὶ παρεπίδημός εἰμι ἐγὼ μεθ’ ὑμῶν„ (Gen. 23, 4), αὐτόχθονες δὲ ὑμεῖς, κόνιν καὶ χοῦν ψυχῆς προτιμήσαντες, προεδρίας ἀξιώσαντες ὄνομα Ἐφρών, ὃς ἑρμηνεύεται χοῦς.

εἰκότως δὲ καὶ ὁ ἀσκητὴς Ἰακὼβ τὴν ἐν σώματι παροικίαν ὀλοφύρεται λέγων· „αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, μικραὶ καὶ πονηραὶ γεγόνασιν· οὐκ ἐξίκοντο εἰς ἡμέρας τῶν πατέρων μου ἃς παρῴκησαν„ (Gen. 47,9).

τῷ δ’ αὐτοδιδάκτῳ καὶ λόγιον ἐχρήσθη τοιόνδε· „μὴ καταβῇς εἰς„ τὸ πάθος „Αἴγυπτον, κατοίκησον δ’ ἐν τῇ γῇ ἣν ἄν σοι εἴπω„ (Gen. 26,2), τῇ ἀδείκτῳ καὶ ἀσωμάτῳ φρονήσει, καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, τῇ δεικνυμένῃ καὶ αἰσθητῇ [*](1 dντοι] μέν τι F 2 χρόνου G καὶ om. G’F 3 λέγοντες HPL’ 7 εἰς ἅπαν H 9 οὐδέποτε Cohn: δέ ποτε GF, δὴ ποτε HP 10 ἐπίγειον coni. Mang. 11 ἐντρίψασαι G σώματι HP 12 αὑτῶν Η κἀκεῖσε HPL’ 13 ξένην Mang.: ξένον codd. 15 δή] δοκεῖ mg. P 17 Ἀβραὰμ, Ἁβρὰμ F 18 τ)́φου codd. : τάφου v 20 προσεδρίας G, προεδρίαν HP τὸν ὄνομα coni. Mang., (o’j) ὄνομα Cohn 21 ὃς GF: HP ὒ] ὡς F 23 ἐξήκοντα G, ἐξίκοντα Ε 26 ἀσωμ́των G) [*](3 sqq. Origenes, Selecta in Genesim p. 34: Ἀβραὰμ οὐ κατῴκει Αῖγυmον, ἀλλά παρῴκει, ibid.: ὡς φαῦλοι οἱ xαναναῖοι κατῴκουν καὶ οὐ παρῴκουν τὴν γῆν· ὥστε φαῦλοι κατοικοῦσιν, οὐ παροικοῦσι τὴν γῆν. — cf. Auyustini Quaestionem de Genesi CLVI.)

v.2.p.245
οὐσίᾳ, πρὸς τὸ δεῖξαι ὅτι παροικεῖ μὲν ὁ σοφὸς ὡς ἐν ξένῃ σώματι αἰσθητῷ, κατοικεῖ δ’ ὡς ἐν πατρίδι νοηταῖς ἀρεταῖς, ἃς λαλεῖ ὁ θεὸς ἀδιαφορούσας λόγων θείων.

Μωυσῆς δὲ „γειώρας„ φησίν „εἰμὶ ἐν γῇ ἀλλοτρίᾳ„ (Exod. 2,22), διαφερόντως οὐ μόνον ξένην τὴν ἐν σώματι μονὴν ὡς οἱ μέτοικοι νομίζων, ἀλλὰ καὶ ἀλλοτριώσεως ἀξίαν οὐκ ἔμπαλιν οἰκειώσεως ὑπολαμβάνων.

Τὸ δ’ ὁμόφωνον καὶ ὁμόγλωττον οὐκ ἐν τοῖς ὀνόμασι καὶ ῥήμασι μᾶλλον ἢ ἐν τῇ τῶν ἀδίκων πράξεων κοινωνίᾳ βουλόμενος ὁ φαῦλος ἐπιδείξασθαι πόλιν ἄρχεται καὶ πύργον, ὡς ἀκρόπολιν τυράννῳ, κακίᾳ κατασκευάζειν, καὶ τοὺς θιασώτας πάντας παρακαλεῖ τοῦ ἔργου μετασχεῖν τὴν ἁρμόττουσαν προευτρεπισαμένους ὕλην· „ἴτε„

γάρ φησι „πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί„ (Gen. 11,3), ἴσον τῷ νῦν ἐστιν ἡμῖν συμπεφορημένα καὶ συγκεχυμένα τὰ πάντα τῆς ψυχῆς, ὡς ἐναργῆ τύπον μηδένα μηδενὸς εἴδους προφαίνεσθαι.

ἁρμόττει δ’ ὥσπερ ἀνείδεόν τινα καὶ ἄποιον οὐσίαν τό τε πάθος καὶ τὴν κακίαν παραλαβόντας εἰς τὰς ἁρμοττούσας ποιότητας καὶ τὰ προσεχέστατα μέχρι τῶν ἐσχάτων ἀεὶ τεμεῖν εἴδη πρός τε ἐναργεστέραν κατάληψιν αὐτῶν καὶ τὴν σὺν ἐμπειρίᾳ χρῆσίν τε καὶ ἀπόλαυσιν, ἣ πλείους ἡδονὰς καὶ τέρψεις ἔοικεν ἐντίκτειν.

πάριτε οὖν οἱ λογισμοὶ πάντες βουλευτῶν τινα τρόπον εἰς τὸ ψυχῆς συνέδριον, ὅσοι πρὸς τὸν δικαιοσύνης καὶ πάσης ἀρετῆς συγκατατάττεσθε ὄλεθρον, καὶ πεφροντισμένως διασκεψώμεθα, ὡς ἐπιθέμενοι κατορθώσωμεν·

τῆς μέντοι κατορθώσεως ἔσονται | θεμέλιοι κραταιότατοι οἵδε, ἄμορφα μορφῶσαι τύποις καὶ σχήμασι καὶ περιγραφαῖς ἕκαστον ἰδίᾳ διακρῖναι, μὴ κραδαινόμενα καὶ χωλαίνοντα, ἀλλὰ πεπηγότα βεβαίως, τῇ τοῦ τετραγώνου σχήματος οἰκειούμενα φύσει — ἀκράδαντον γὰρ τοῦτό γε —, ἵνα πλίνθου τινὰ τρόπον ἀκλινῶς ἐρηρεισμένα βεβαίως καὶ τὰ ἐποικοδομούμενα δέχηται.

τούτων πᾶς ὁ [*](1 πρὸς] ὡς Η ὅτι] ὄν τι F "2 καλεῖ G 3 γειώρας] πάροικος Mang. εἰ μὴ G γῇ] τῇ L 5 μόνην GF 9 πάλιν HP ante τυράννω add. καὶ GF (τῇ conicio, cf. p. ἑ 113) 10 παρακαλεῖν F 11 προσευτρεπισαμένους G 13 τῷ] τό G ἐστὶ H συμπεφωνημέναΗP πάντα τὰ conicio 16 προσεχέστατα H: προῴστατα P, πρὸς ἔσχατα GF 17 ἤδη GF ἐνεργεστέραν G 18 ἐμNιρὑν Η ἢ HP: ἡ GF πλείονας F 19 τίκτειν conicio 20 πρὸς addidi 21 συγκατατάπεσθαι G διασκεψόμεθα GF 22 κατορθώσομεν GF, quod servari potest, si lin. 21 πῶς scribas θεμέλιοι GF: μὲν οἱ HP 24 ᾶααα conicio vel ἴνα μὴ deleto ἵνα lin. 26 κραδαινόμενα scripsi : κραδαίνοwα codd. χωλαίνοwα Turn.: χωλάνοντα F, χωλά (sic) G, χωλ, tum spat. 4 litt. P, χωλάναντα Η 26 ἐνηρεισμένα F 27. 246,1 ἀντίθετος F)

v.2.p.246
ἀντίθεος νοῦς, ὅν φαμεν Αἰγύπτου, τοῦ σώματος, εἶναι βασιλέα, δημιουργὸς ἀνευρίσκεται· καὶ γὰρ τοῦτον εἰσάγει Μωυσῆς τοῖς ἐκ πλίνθου κατασκευαζομένοις χαίροντα οἰκοδομήμασιν.

ἐπειδὰν γάρ τις τὴν ὕδατος καὶ γῆς τὴν μὲν ὑγράν, τὴν δ’ αὖ στερεὰν οὐσίαν, διαλυομένας καὶ φθειρομένας, ἀνακερασάμενος τρίτον μεθόριον ἀμφοῖν ἀπεργάσηται, ὃ καλεῖται πηλός, τέμνων κατὰ μοίρας τοῦτον οὐ παύεται σχήματα περιτιθεὶς ἑκάστῳ τῶν τμημάτων τὰ οἰκεῖα, ὅπως εὐπαγέστερά τε καὶ εὐφορώτερα γένηται·

ῥᾳδίως γὰρ οὕτως ἔμελλε τὰ κατασκευαζόμενα τελειοῦσθαι. τοῦτ’ ἀπομιμούμενοι τὸ ἔργον οἱ μοχθηροὶ τὰς φύσεις, ὅταν τὰς ἀλόγους καὶ πλεοναζούσας τῶν παθῶν ὁρμὰς ταῖς ἀργαλεωτάταις κακίαις ἀνακεράσωνται, τέμνουσι τὸ κραθὲν εἰς εἴδη καὶ διαπλάττουσι καὶ σχηματίζουσιν οἱ βαρυδαίμονες, δι’ ὧν ὁ τῆς ψυχῆς ἐπιτειχισμὸς μετέωρος ἀρθήσεται, τὴν αἴσθησιν εἰς ὅρασιν καὶ ἀκοήν, ἔτι δὲ γεῦσιν ὄσφρησίν τε καὶ ἁφήν, τὸ δὲ πάθος εἰς ἡδονὴν καὶ ἐπιθυμίαν φόβον τε καὶ λύπην, τό τε κακιῶν γένος εἰς ἀφροσύνην, ἀκολασίαν, δειλίαν, ἀδικίαν καὶ ὅσα ἄλλα