De Confusione Linguarum

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἐγγράφονται δ’ οἱ μὲν ἀστεῖοι τῷ τῆς προτέρας πολιτεύματι, τῶν δὲ φαύλων ἡ πληθὺς τὴν ἑτέραν καὶ χείρω διέζωσται, πρὸ εὐκοσμίας ἀκοσμίαν καὶ σύγχυσιν πρὸ εὐσταθοῦς καταστάσεως ἀγαπῶσα.

συνεργοῖς δὲ ὁ ἄφρων ἀξιοῖ πρὸς τὸ ἁμαρτάνειν οὐκ ἀρκούμενος αὑτῷ μόνῳ χρῆσθαι, καὶ προτρέπει μὲν ὅρασιν, προτρέπει δὲ ἀκοήν, παρακαλεῖ δὲ πᾶσαν αἴσθησιν ἀνυπερθέτως αὐτῷ συντετάχθαι, φερούσης ἑκάστης τὰ πρὸς ὑπηρεσίαν ἐπιτήδεια πάντα· ἐπαίρει μέντοι καὶ παραθήγει καὶ τὸ ἄλλο ἀτίθασον ἐκ φύσεως τῶν παθῶν στῖφος, ἵνα ἄσκησιν καὶ μελέτην προσλαβὸν ἀνύποιστον γένηται.

τούτους οὖν καλέσας τοὺς συμμάχους ὁ νοῦς φησιν· „οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν„ (Gen. 11,4), ἴσον τῷ ὀχυρωσώμεθα τὰ οἰκεῖα καὶ φραξώμεθα δυνατῶς, ὡς μὴ πρὸς τῶν κατατρεχόντων εὐμαρῶς ἁλισκοίμεθα· διέλωμεν καὶ διανείμωμεν ὥσπερ κατὰ φυλὰς καὶ δήμους ἑκάστας τῶν ἐν ψυχῇ δυνάμεων προσκληρώσαντες τὰς μὲν λογικῇ, τὰς δὲ ἀλόγῳ μερίδι·

ἄρχοντας ἑλώμεθα τοὺς ἱκανοὺς πλοῦτον, δόξαν, τιμάς, ἡδονὰς ἀφ’ ὧν ἂν δύνωνται περιποιεῖν ἁπάντων· τὴν πενίας καὶ ἀδοξίας αἰτίαν δικαιοσύνην τιθεμένους ἐκποδὼν γράφωμεν νόμους, οἳ τὸ τοῦ κρείττονος συμφέρον βεβαιώσουσι τοῖς πλέον ἑτέρων αἰεὶ φέρεσθαι δυναμένοις.

„πύργος„ δ’ ὡς ἂν ἀκρόπολις κατεσκευάσθω τῇ | τυράννῳ κακίᾳ βασίλειον ὀχυρώτατον, ἧς οἱ μὲν πόδες ἐπὶ γῆς [*](p. 422 M.) βαινέτωσαν, ἡ δὲ κεφαλὴ πρὸς οὐρανὸν φθανέτω τοσοῦτον ὑπὸ μεγαλαυχίας ὕψος ἐπιβᾶσα.

τῷ γὰρ ὄντι οὐ μόνον ἐπὶ τῶν ἀνθρωπείων ἀδικημάτων ἵσταται, μετατρέχει δὲ καὶ τὰ ὀλύμπια τοὺς ἀσεβείας καὶ ἀθεότητος λόγους προτείνουσα, ἐπειδὰν ἢ ὡς οὐκ ἔστι τὸ θεῖον διεξίῃ, ἢ ὡς ὂν οὐ προνοεῖ, ἢ ὡς ὁ κόσμος οὔποτε γενέσεως ἔλαβεν ἀρχήν, ἢ ὡς γενόμενος ἀστάτοις αἰτίαις ὡς ἂν τύχῃ φέρεται, ποτὲ μὲν πλημμελῶς, ποτὲ δὲ οὐχ ὑπαιτίως, καθάπερ ἐπὶ πλοίων καὶ τεθρίππων εἴωθε [*](1 νομίμασιν Β ὀχλοκρατία Tiirn. : όχλοκρασία HP, όχλοκρασίαν GF ἡ om. GF 3 πολίτευμα F 4 διέζωσται] δεξιοῦται conicio πρὸς GF 6 αὐτῶ codd. 9 ἀτίθασσον F 10 προσλαβὸν HP: προσβαλὸν G, προσβαλὼν F 11 τούτους συγκαλέσας coui. Mang., τούτους οὑν συγκαλἐσς conicio 12 τὼ] τὸ G 13 καὶ φραξώμεθα codd.: καταφραξώμεθα v 14 ἁλισκώμh conicio 16 κανοὺς Η 17 μὴ post ἁπάντων add. HP 18 ἐκποδὼν F: ἐμποδὼν GHP 20 ἀεὶ G ὡσὰν FH μετσκευασθῶ G 22. 23 μεγαλοψυχίας HP 23 ἐπιβάσει II ἀνθρωπίνων v 25 λόγους om. GF οὐκέτι F 26 περινοεῖ IIPL’ 27 dτυχη GF: τύχοι HP φέρηται GHP 27. 28 πλημελῶς G, πλημελῶν P 28 οὐκ ἀνυπςιτίως coni. Mang.)

v.2.p.251
γίνεσθαι·

φιλεῖ γὰρ ἔστιν ὅτε χωρὶς ἡνιόχων τε καὶ κυβερνητῶν ὅ τε πλοῦς καὶ ὁ δρόμος εὐθύνεσθαι· προνοίας δ’ οὐ τὸ ὀλιγάκις, ἀλλὰ τῆς μὲν ἀνθρωπίνης πολλάκις, τῆς δὲ θείας ἀδιαστάτως αἰεὶ κατορθοῦν, ἐπεὶ τὸ διαμαρτάνειν ἀλλότριον ἀνωμολόγηται θείας δυνάμεως. κατασκευάζουσι μέντοι συμβολικῶς ὡσανεὶ πύργον τὸν περὶ κακίας λόγον οἱ φρενοβλαβεῖς, τί βουλόμενοι ἢ ὄνομα αὐτῶν ὑπολείπεσθαι τὸ δυσώνυμον;

λέγουσι γάρ· „ποιήσωμεν ἑαυτῶν ὄνομα„ (Gen. 11,4). ὢ περιττῆς καὶ κεχυμένης ἀναισχυντίας. τί φατε; νυκτὶ καὶ βαθεῖ σκότῳ τὰ ἑαυτῶν ἀδικήματα συγκρύπτειν ὀφείλοντες καὶ προκάλυμμα αὐτῶν, εἰ καὶ μὴ τὴν ἀληθῆ, τὴν γοῦν προσποίητον αἰδῶ πεποιῆσθαι ἢ χάριτος ἕνεκα τῆς πρὸς τοὺς ἐπιεικεστέρους ἢ διαδύσεως τῶν ἐφ’ ὁμολογουμένοις ἁμαρτήμασι τιμωριῶν, τοσοῦτον τῆς τόλμης ἐπιβαίνετε, ὥστε οὐ μόνον πρὸς φῶς καὶ λαμπρότατον ἥλιον ἐναυγάζεσθε μήτε τὰς ἀνθρώπων τῶν ἀμεινόνων ἀπειλὰς μήτε τὰς ἀπαραιτήτους ἐκ θεοῦ δίκας τοῖς οὕτως ἀνοσιουργοῖς ἀπαντωμένας καταδείσαντες, ἀλλὰ καὶ πανταχόσε φήμας ἀγγέλους τῶν οἰκείων ἀδικημάτων περιπέμπειν ἀξιοῦτε, ὡς μηδεὶς ἀμύητος μηδ’ ἀνήκοος γένοιτο τῶν ὑμετέρων, ὦ σχέτλιοι καὶ παμμίαροι, τολμημάτων.

ὀνόματος οὖν ποίου γλίχεσθε; ἢ τοῦ τοῖς πραττομένοις οἰκειοτάτου; ἆρ’ οὖν ἕν ἐστι μόνον; γένει μὲν ἴσως ἕν, μυρία δὲ τοῖς εἴδεσιν, ἅ, κἂν ἡσυχάζητε, ἑτέρων λεγόντων ἀκούσεσθε· προπέτεια τοίνυν ἐστὶ μετὰ ἀναισχυντίας, ὕβρις μετὰ βίας, βία μετὰ ἀνδροφονίας, σὺν μοιχείαις φθοραί, σὺν ἀμέτροις ἡδοναῖς ἀόριστος ἐπιθυμία, μετὰ θράσους ἀπόνοια, μετὰ πανουργίας ἀδικία, κλοπαὶ μετὰ ἁρπαγῆς, σὺν ψευδολογίαις ψευδορκίαι, μετὰ παρανομιῶν ἀσέβειαι.

ταῦτα καὶ τὰ παραπλήσια τῶν τοιούτων ἔστ’ ὀνόματα. καλόν γ’ ἐναυχῆσαι κἀπισεμνύνεσθαι δόξαν θηρωμένους τὴν ἀπὸ τούτων, ἐφ’ οἷς εἰκὸς ἦν ἐγκαλύπτεσθαι. καὶ μὴν ἔνιοι μέγα φρονοῦσιν ἐπὶ τούτοις, ὡς ἄμαχόν τινα ἰσχὺν ἐκ τοῦ τοιούτους νομισθῆναι παρὰ πᾶσι καρπωσάμενοι, οὓς τοῦ πολλοῦ θράσους ἡ ὀπαδὸς τοῦ θεοῦ δίκη τίσεται [*](1. 2 ο0τε ὁ λλοῦς F 3 αἰ G, καὶ ἀεὶ coni. Mang. 4. 5 κατασκευάσουσι F 6 ἀπολείπεσθαι HPL’ 8 prius καὶ om. G^F 9 συγκρίπτει F αὐτῶν GF: ἑαυτῶν HP 10 προσποιητὸν v 12. 13 οὐ μόνον Mang. : μονονοὺ codd. 13 φανότατον HPL’ ἐναυγάζεσθε Turn.: ἐναυγάζεσθαι codd. 15 ἀπηρτημένας P’, ἐπανατεταμένας coni. Mang. 16 πέμπειν HP ι 18 ἡ v 19 ἴσως om.H 22 φθοραῖς GF ἀόριστος] ἀκόρεστος Mang. ex Oxon. Coll. Novi 143 25 γ’] γε G, δ’ V 26 ἀπὸ τούτων scripsi: ἀπ’ αὐτῶν codd. 28 τοιούτους Mang. : τοιούτου codd. 28. 29 καρπωσάμενοι scripsi: καρπωσαμένοις GF, καρπωσαμένους HP 29 ἡ om. Η)

v.2.p.252
καίτοι τάχα τὸν οἰκεῖον οὐ μαντευομένους μόνον, ἀλλὰ καὶ προορωμένους ὄλεθρον· φασὶ γάρ· „πρὶν διασπαρῆναι„ (Gen. 11,4), φροντίσωμεν ὀνόματός τε καὶ δόξης.

οὐκοῦν, εἴποιμ’ ἂν αὐτοῖς, ὅτι σκεδασθήσεσθε γινώσκετε; τί οὖν ἁμαρτάνετε; ἀλλὰ μήποτε τὸν τρόπον τῶν ἀφρόνων διασυνίστησιν, οἳ καίτοι μεγίστων ἐπικρεμαμένων οὐκ ἀδήλως ἀλλ’ ἐκ τοῦ φανεροῦ πολλάκις τιμωριῶν ἀδικεῖν ὅμως οὐκ ὀκνοῦσι· γνωριμώταται δ’ εἰσὶν αἱ τιμωρίαι ἀδηλοῦσθαι νομισθεῖσαι, ἃς ἐκ θεοῦ κατασκήπτειν συμβέβηκε.

πάντες γὰρ οἱ φαυλότατοι λαμβάνουσιν ἐννοίας περὶ τοῦ μὴ λήσειν τὸ θεῖον ἀδικοῦντες μηδὲ τὸ δίκην ὑφέξειν εἰσάπαν ἰσχῦσαι διακρούσασθαι· ἐπεὶ πόθεν ἴσασιν, ὅτι σκεδασθήσονται;

καὶ μὴν λέγουσι „πρὶν ἡμᾶς διασπαρῆναι„· ἀλλὰ τὸ συνειδὸς ἔνδοθεν ἐλέγχει καὶ σφόδρα ἐπιτηδεύοντας ἀθεότητα κεντεῖ, ὡς ἄκοντας εἰς συναίνεσιν ἐπισπάσασθαι περὶ τοῦ τὰ κατ’ ἀνθρώπους πάντα πρὸς ἀμείνονος φύσεως ἐφορᾶσθαι καὶ δίκην ἐφεστάναι τιμωρὸν ἀδέκαστον, ἀσεβῶν πράξεις ἐχθραίνουσαν ἀδίκους καὶ λόγους τοὺς συνηγόρους αὐταῖς.

ἀλλ’ εἰσὶν ἀπόγονοι πάντες οὗτοι τῆς αἰεὶ μὲν ἀποθνῃσκούσῃς, μηδέποτε δὲ τεθνηκυίας μοχθηρίας, ἧς Κάιν ἐστὶν ὄνομα. ἢ οὐχὶ καὶ ὁ Κάιν υἱὸν γεννήσας, ὃν Ἐνὼχ ἐκάλεσεν, ὁμώνυμον αὐτῷ [καὶ] κτίζων εἰσάγεται πόλιν (Gen. 4, 17) καὶ τρόπον τινὰ τὰ γενητὰ καὶ θνητὰ οἰκοδομῶν ἐπὶ τῇ τῶν θειοτέρας κατασκευῆς λαχόντων ἀνατροπῇ;

ὁ γὰρ Ἐνὼχ ἑρμηνεύεται χάρις σου· τῶν δ’ ἀνοσίων ἕκαστος διάνοιαν μὲν ἡγεῖται χαρίζεσθαι ἑαυτῷ τάς τε καταλήψεις καὶ διανοήσεις, ὀφθαλμοὺς δὲ τὸ βλέπειν καὶ ἀκούειν ὦτα καὶ μυκτῆρας ὀσφραίνεσθαι, καὶ τὰς ἄλλας αἰσθήσεις τὰ οἰκεῖα ἑαυταῖς, ἔτι μέντοι καὶ τὰ φωνῆς ὄργανα τὸ λέγειν, θεὸν δὲ ἢ μὴ συνόλως ἢ μὴ ὡς πρῶτον αἴτιον ὄν.

διὰ τοῦτο καὶ ὧν ἐγεωπόνησε τὰς ἀπαρχὰς ἑαυτῷ ταμιεύεται, καρποὺς δὲ αὐτὸ μόνον αὖθις προσενεγκεῖν θεῷ λέγεται καίτοι παραδείγματος ὑγιοῦς [*](1 τοι] ποι P 1. 2 προσορωμένους G 3 εἶπ’ ἂν G 5 οὐκ om. P ὁ όκνοῦὀκνοῦσίν F 7 γνωριμώτατοι F, γνωριμώτατα G τιμωρίαι scripsi: τέχναι codd., δίκαι Maiig. ἁ δηλεῖσθαι G, ἀδηλεῖσθαι L 9 τοῦ μελλήσειν G, τοῦ μελήσειν F ἀδικοῦντας Mang. μηδέ scripsi (vel antea μήτε λήσειν leg.): μήτε codd. 9. 10 ὑπἐ. χεῖν εἰσάπαν ἰσχύσειν conicio 10 εἰς ἅπαν GFH ὅτε F 11 ἔνδοθεν om. F 12. 13 σύνεσιν HP 13 ἐπισπᾶσθαι HP τοῦ τὰ] τούτου G κατὰ H 15 ἐχθραίνουσαν GFP: ἐχθραίρουσαν, ἐχθαίρουσαν v 16 οὗτοι om. HP 17 μηδέποτε HP: μήποτε GF 18 καὶ om. Oxon. Coil. Nov. 143, seclusi 19 γεννητὰ codd. 22 εἰσηγεῖται FP διανοήσεις αὐτῶ L 23 τὸ ἀκούειν et τὸ ὀσφραίνεσθαι conicio 25 ὂν (ὄντα coni. Mang.) vid. del. 26 ἀπαρχὰς Mang. : ἀρχὰς codd. 27 αὐτὸ F: ὐτῶ GΗP)

v.2.p.253
ἐγγὺς ἑστῶτος· ὁ γὰρ ἀδελφὸς αὐτοῦ τὰ πρωτότοκα, οὐ τὰ δεύτερα τῆς ποίμνης ἔκγονα ἱερουργεῖ, τὰς τῶν γινομένων πρεσβυτέρας αἰτίας κατὰ τὸ πρεσβύτατον τῶν αἰτίων ὁμολογῶν συνίστασθαι.

τῷ δ’ ἀσεβεῖ τοὐναντίον δοκεῖ, αὐτοκράτορα μὲν εἶναι τὸν νοῦν ὧν βουλεύεται, αὐτοκράτορα δὲ καὶ τὴν αἴσθησιν ὧν αἰσθάνεται· δικάζειν γὰρ ἀνυπαιτίως καὶ ἀψευδῶς τὴν μὲν τὰ σώματα, τὸν δὲ πάντα.

τούτων δὲ τί ἂν γένοιτο ἐπιληπτότερον ἢ μᾶλλον ὑπὸ τῆς ἀληθείας ἐλεγχόμενον; ἢ οὐχὶ καὶ ὁ νοῦς πολλάκις ἐπὶ μυρίων ὅσων ἠλέγχθη παρανοῶν, καὶ αἱ αἰσθήσεις ἅπασαι ψευδομαρτυριῶν ἑάλωσαν οὐ παρ’ ἀλόγοις δικασταῖς, οὓς εἰκὸς ἀπατᾶσθαι, ἀλλ’ ἐν τῷ τῆς φύσεως αὐτῆς δικαστηρίῳ, ἣν οὐ θέμις δεκάζεσθαι;