De Confusione Linguarum
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
οὕτως μέντοι τῶν μὲν ὑπακούειν μαθόντων, τῶν δ’ οὐκ ἐπιστήμῃ μόνον ἀλλὰ καὶ δυνάμει τὴν ἀρχὴν λαβόντων πάντες οἱ δορυφόροι καὶ ὑπέρμαχοι ψυχῆς συμφρονήσουσι λογισμοὶ καὶ τῷ πρεσβυτάτῳ τῶν ἐν αὐτοῖς προσελθόντες ἐροῦσιν· „οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν μεθ’ ἡμῶν, οὐ διαπεφώνηκεν αὐτῶν οὐδὲ εἷς" (Num. 31, 49), ἀλλ’ ὥσπερ τὰ μουσικῆς ὄργανα ἄκρως ἡρμοσμένα πᾶσι τοῖς φθόγγοις, οὕτως ἡμεῖς πάσαις ταῖς ὑφηγήσεσι συνηχήσαμεν, ἐκμελὲς ἢ ἀπῳδὸν οὐδὲν οὔτε ῥῆμα εἰπόντες οὔτ’ ἔργον διαπραξάμενοι, ὡς τὸν ἕτερον τῶν ἀμούσων χορὸν πάντα ἄφωνον καὶ νεκρὸν ἀποδεῖξαι γελασθέντα τὴν τῶν σωματικῶν τροφὴν Μαδιὰμ καὶ τὸν ἔκγονον αὐτῆς δερμάτινον ὄγκον Βεελφεγὼρ ὄνομα ὑπνοῦντα (Num. 25,3).
γένος γάρ ἐσμεν „τῶν ἐπιλέκτων τοῦ" τὸν θεὸν ὁρῶντος „Ἰσραήλ„, ὧν „διεφώνησεν οὐδὲ εἷς" (Exod. 24,11), ἵνα τὸ τοῦ παντὸς ὄργανον, ὁ κόσμος πᾶς, ταῖς ἁρμονίαις μουσικῶς μελῳδῆται.
διὰ τοῦτο καὶ Μωυσῆς τῷ πολεμικωτάτῳ λόγῳ, ὃς καλεῖται Φινεές, γέρας εἰρήνην φησὶ δεδόσθαι (Num. 25, 12), ὅτι ζῆλον τὸν ἀρετῆς λαβὼν καὶ πόλεμον πρὸς κακίαν ἀράμενος ὅλην ἀνέτεμε γένεσιν * * * ἑξῆς τοῖς βουλομένοις, διακύψασι καὶ διερευνησαμένοις ἀκριβῶς ὄψει πρὸ ἀκοῆς σαφεστέρῳ χρησαμένοις μάρτυρι, πιστεῦσαι, ὅτι γέμει τὸ θνητὸν ἀπιστίας, ἐκ μόνου τοῦ δοκεῖν ἠρτημένον.
θαυμάσιος μὲν οὖν ἡ λεχθεῖσα συμφωνία, θαυμασιωτάτη δὲ καὶ πάσας τὰς ἁρμονίας ὑπερβάλλουσα ἡ κοινὴ πάντων, καθ’ ἣν ὁ λαὸς ἅπας ὁμοθυμαδὸν εἰσάγεται λέγων· „πάντα ὅσα εἶπεν ὁ θεός, ποιήσομεν καὶ ἀκουσόμεθα„ (Deut. 5, 27)· οὗτοι γὰρ οὐκέτι ἐξάρχοντι πείθονται λόγῳ,
ἀλλὰ τῷ τοῦ παντὸς ἡγεμόνι θεῷ, δι’ ὃν πρὸς τὰ ἔργα φθάνουσι μᾶλλον ἢ τοὺς λόγους ἀπαντῶντες· τῶν γὰρ ἄλλων ἐπειδὰν ἀκούσωσι πραττόντων οὗτοι, τὸ παραδοξότατον, ὑπὸ κατοκωχῆς ἐνθέου πράξειν φασὶ πρότερον, [*](1 ἐπαυχενίζοντ2ς P οὕτω HP μέν ora. Η 3. 4 συμφωνήσουσι conicio 4 λογισμοῖς G ὁ (aTi’’) αὐτῶν conicio 7 ἀλλὰ GF πᾶσαι IIP 8 ἐκμενὲς H 9 οὐδὲν οὔτε scripsi: οὐδὲ codd. οὔι’ codd. : ουδ’ v 10 πάντη Η γελασθέντα] τελεσθέντα coni. llani?., ἀγαπήσαντα vel γελάσαντες conicio 11 τροp̀ν coni. Mang. ἔγγονον v 12 Βεελφαγὼρ v ὑπνοῦντα] διαφωνοῦντα coni. Mang. τό ἐπίλεκτον coni. Mang. 16 εἰρήνην GF: εἰρήνη, εἰρήνης Pv 18 lacunam statui ἐξ ἧς coni. Cohn et ante τοῖς lacunam statuit 19 πρὸ IIP: πρὸς GF ad πιστεῦσαι add. δεῖ vel χρὴ Mang. 20 ἡρτισμἐνον G 23 ποιήσομεν καὶ ἀκουσόμεθα Turn.: ποιἡσωυͅεν καὶ ἀκουσώμεθα codd. 24 τῷ om. GF 25 ὃν GFP: ὧν II, 8 conicio 27 κατοκωχῆς scripsi: κατακωχῆς codd. ἐκ Oeou v)
Τοὺς δὲ συνομοσαμένους ἐπ’ ἀδικήμασιν „ἀπὸ ἀνατολῶν„ φησι „κινήσαντας εὑρεῖν πεδίον ἐν τῇ γῇ Σεναὰρ κἀκεῖ κατοικῆσαι„ (Gen. 11,2), φυσικώτατα· διττὸν γὰρ εἶδος τῆς κατὰ τὴν ψυχὴν ἀνατολῆς, τὸ μὲν ἄμεινον, τὸ δὲ χεῖρον, ἄμεινον μέν, ὅταν ἡλιακῶν ἀκτίνων τρόπον ἀνάσχῃ τὸ ἀρετῶν φέγγος, χεῖρον δ’, ὅταν αἱ μὲν ἐπισκιασθῶσι, κακίαι δὲ ἀνάσχωσι.
παράδειγμα τοῦ μὲν προτέρου τόδε· „καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς„ (Gen. 2, 8), οὐ χερσαίων φυτῶν, ἀλλ’ οὐρανίων ἀρετῶν, ἃς ἐξ ἀσωμάτου τοῦ παρ’ ἑαυτῷ φωτὸς ἀσβέστους εἰσαεὶ γενησομένας ὁ φυτουργὸς ἀνέτειλεν.
ἤκουσα μέντοι καὶ τῶν Μωυσέως ἑταίρων τινὸς ἀποφθεγξαμένου τοιόνδε λόγιον· „ἰδοὺ ἄνθρωπος ᾧ ὄνομα ἀνατολή„ (Zach. 6, 12)· καινοτάτη γε πρόσρησις, ἐάν γε τὸν ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα λέγεσθαι νομίσῃς· ἐὰν δὲ τὸν ἀσώματον ἐκεῖνον, θείας ἀδιαφοροῦντα εἰκόνος, ὁμολογήσεις ὅτι εὐθυβολώτατον ὄνομα ἐπεφημίσθη τὸ ἀνατολῆς αὐτῷ·
τοῦτον μὲν γὰρ πρεσβύτατον υἱὸν ὁ τῶν ὅλων ἀνέτειλε πατήρ, ὃν ἑτέρωθι πρωτόγονον ὠνόμασε, καὶ ὁ γεννηθεὶς μέντοι, μιμούμενος τὰς τοῦ πατρὸς ὁδούς, πρὸς παραδείγματα ἀρχέτυπα ἐκείνου βλέπων ἐμόρφου τὰ εἴδη.
τοῦ δὲ χείρονος ἀνατολῆς εἴδους ὑπόδειγμα τὸ λεχθὲν ἐπὶ τοῦ βουλομένου τὸν ἐπαινούμενον ὑπὸ θεοῦ καταράσασθαι· πρὸς γὰρ ἀνατολαῖς εἰσάγεται κἀκεῖνος οἰκῶν, αἵτινες ὁμωνυμοῦσαι ταῖς προτέραις ἐναντιότητα καὶ μάχην πρὸς αὐτὰς ἔχουσιν· „ἐκ Μεσοποταμίας„
γάρ φησι „μετεπέμψατό [*](6 κιτήσαντες GF Σεννὰρ HP 9 κακίαι GF: κἀκεΤνι Η 10 τοῦ {AEv] fxev οὑν τοῦ conicio πρότερον F 12. 13 ἀσβέστου GF 13 εἰς οἱ GH ἠκούσαμέν τε καὶ PL 14 Μωυσέως P: Μωυσέος GFH, Μωσέως Eus τινὸς om. G λόγιον Eus: λόγον codd. 15 γε om. Eus πρόρρησις P 16 γε Eus: μή γε codd., μέν γε v 17 θείαν ἰδέαν φοροῦντα, ἱκανῶς ὁμολογήσεις Eus 18 τό] tu) F ἀνατολὴ plerique codd. Eus 19 oX(ov Eus: ὄντων codd. 21 τὰ Eus: om. codd. 22 ἐπὶ GFP: ὑπὸ H 23 τὸν G-: om. G’FHP ἐπαινούμενον] εὐλογούμενον coni. ilang. τοῦ θεοῦ HP) [*](13 — 21 Eus. Pr. ev. XI 15 καὶ πάλιν ἐπἐγει· νΠκουσα μἐwοι-τ̀ εἔδη. ταῦτά μοι ἀπὸ Toii ‘Eβραίου Φάωνος ἐνταῦθα κείσθω ληfiἐντα ἐκ συγγράμμτος, ᾧ τἐωιτι ἐπιγραφή· πέρι τοῦ τὸ χεῖρqν τῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι.)
διὰ τοῦτο καὶ Μεσοποταμίαν οἰκεῖ καταπεποντωμένης ὥσπερ ἐν μεσαιτάτῳ ποταμοῦ βυθῷ τῆς διανοίας αὐτοῦ καὶ μὴ δυναμένης ἀνανήξασθαι καὶ ἀνακῦψαι· τοῦτο δὲ τὸ πάθος ἀνατολὴ μὲν ἀφροσύνης, κατάδυσις δὲ εὐλογιστίας ἐστίν.
οἱ τὴν ἀσύμφωνον οὖν ἁρμοζόμενοι συμφωνίαν ἀπὸ ἀνατολῶν κινεῖσθαι λέγονται. πότερον ἄρα γε τῶν κατ’ ἀρετὴν ἢ τῶν κατὰ κακίαν; ἀλλ’ εἰ μὲν τῶν κατ’ ἀρετήν, παντελὴς ὑπογράφεται διάζευξις· εἰ δὲ τῶν κατὰ κακίαν, ἡνωμένη τις κίνησις, καθάπερ ἐπὶ χειρῶν ἔχει, οὐκ ἰδίᾳ κατὰ ἀπάρτησιν, ἀλλ’ ἐν ἁρμονίᾳ τινὶ τῷ ὅλῳ σώματι συγκινουμένων.
ἀρχὴ γὰρ καὶ ἀφορμὴ φαύλῳ πρὸς τὰς παρὰ φύσιν ἐνεργείας τὸ κακίας χωρίον· ὅσοι δὲ μετανάσται μὲν ἀρετῆς ἐγένοντο, ταῖς δ’ ἀφροσύνης ἐχρήσαντο ἀφορμαῖς, οἰκειότατον εὑρόντες οἰκοῦσι τόπον, ὃς Ἑβραίων μὲν γλώττῃ Σεναάρ, Ἑλλήνων δὲ ἐκτιναγμὸς καλεῖται·
σπαράττεται γὰρ καὶ κλονεῖται καὶ τινάττεται πᾶς ὁ τῶν φαύλων βίος, κυκώμενος ἀεὶ καὶ ταραττόμενος καὶ μηδὲν ἴχνος ἀγαθοῦ γνησίου θησαυριζόμενος ἐν ἑαυτῷ. καθάπερ γὰρ τῶν ἀποτιναττομένων ὅσα μὴ ἑνώσει διακρατεῖται πάντα ἐκπίπτει, τοῦτόν μοι δοκεῖ καὶ ἡ τοῦ συμπεπνευκότος ἐπὶ τῷ ἀδικεῖν ἐκτετινάχθαι τὸν τρόπον ψυχή· πᾶσαν γὰρ ἰδέαν ἀρετῆς ἀπορρίπτει, ὡς μήτε σκιὰν μήτε εἴδωλον αὐτῆς ἐμφαίνεσθαι τὸ παράπαν.
τὸ γοῦν φιλοσώματον γένος τῶν Αἰγυπτίων οὐκ ἀπὸ τοῦ ὕδατος, [*](2 ἄνους HPL^: ὁ νοῦς GFL^ 3 οὐκ ἄνοια δεινὴ scripsi (ἄνοια δεινὴ om. οὐκ Mang): οἶα δεῖν ἢ GFL"^, οὐ δεινὸν HPL’, οἷοντε ἣν Turn. 5 καταπεποντωHνης Turn.: -καταπεποντωμἐνην F, καταπεποντισμένος G, καταπεποντωdνος HP 7 ἀνακαλύψαι PL 8 εὐλογίας HP 9 ἄρα γε om. HP κατ’ ἀρετὴν ἡ τῶν addidi 10 εἰ GF: ἡ HP 11 εἰ GF: ἡ HP 13 καὶ ἀφορμὴ scripsi: καὶ ἀφροσύνη GF, ἡ ἀφροσύνη HP 14 ἐγίνοντο G 16 post ἐκτιναγμὸς add. ὀδόντων Mang. 17 τινάσσεται G 19 τιῦν GF: ἐκ τῶν HP 20 ἐκπίπτει P: ἐκπέμπει GFH, quod servari potest, si legas τὸ ἀποτιναττόμενον 21 Ttj)] τὸ G τὸν om. GF 22 αὐτῆς scripsi: αὐτὴ codd. 23. 243,1 οὐκ-τῶν om. HP) [*](5 sqq. Origenes Homilia XV 1 in Numej-os p. S2G: si quis ergo inter ista fluraina fuerit Babylonis, si quis rheumatibus libidinis inuudatur et luxuriae aestibus circumluitur, iste non dicitur stare .... quales autem isti sunt montes, talem habent et orientem. habet enim et ortum luminis sui ille, qui convertit se sicut augelum lucis. 15. 16 Oriyenes Contra Celsiun V SO p. 600 (Philocalia ed. Robinson p. 184): καὶ οὗτοι ἐπὰν κινήσωσιν ἀπὸ τῶν ἀνατολῶν ἑαυτοὺς ἀλλότρια ἀνατολῶν φρονοῦντες, εὑρισκέτωσαν πεδίον ἐν γῇ Σενναάρ, ὅπερ ἑρμηνεύεται ὀδόντων ἐκτιναγμός ....)
οὗτοί εἰσιν οἱ μηδὲ τὸν Ἰωσὴφ εἰδότες, τὸν ποικίλον τοῦ βίου τῦφον, ἀλλ’ ἀποκεκαλυμμένοις χρώμενοι τοῖς ἁμαρτήμασιν, οὐδὲ ἴχνος ἢ σκιὰν καὶ εἴδωλον καλοκἀγαθίας ταμιευσάμενοι· „ἀνέστη„
γάρ φησι „βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον„, ὃς οὐδὲ τὸ πανύστατον καὶ νεώτατον αἰσθητὸν ἀγαθὸν „ᾔδει τὸν Ἰωσήφ„ (Exod. 1,8), ὅστις οὐ μόνον τελειότητας ἀλλὰ καὶ προκοπάς, οὐδὲ ἐνάργειαν τὴν οἵαν δι’ ὁράσεως ἀλλὰ καὶ διδασκαλίαν τὴν δι’ ἀκοῆς ἐγγινομένην. ἀνῄρει λέγων· „δεῦρο ἄρασαί μοι τὸν Ἰακώβ, καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ„ (Num. 23,7), ἴσον τῷ ἐλθέ, ἀμφότερα κατάλυσον, ὅρασίν τε καὶ ἀκοὴν ψυχῆς, ἵνα μηδὲν ἀληθὲς καὶ γνήσιον καλὸν μήτε ἴδῃ μήτε ἀκούσῃ· ὁράσεως μὲν γὰρ Ἰσραήλ, Ἰακὼβ δὲ ἀκοῆς σύμβολον.