De Gigantibus

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἐφάμιλλός γε ἡ ἀσύγκριτος σύγκρισις, ὡς παρὰ τὴν ἐγγὺς ὁμοιότητα ἀπατηθῆναι· εἰ μὴ καὶ τὰ ἔμψυχα ἀψύχοις ἐρεῖ τις καὶ τὰ λογικὰ ἀλόγοις καὶ ἡρμοσμένα ἀναρμόστοις καὶ περιττοῖς ἄρτια καὶ φωτὶ σκότος καὶ ἡμέραν νυκτὶ καὶ πάντα τἀναντία τοῖς ἐναντίοις τὰ αὐτὰ πρὸς ἀλήθειαν εἶναι.

καίτοι καὶ εἰ ταῦτα τῷ γένεσιν ἐνδεδέχθαι κοινωνίαν τινὰ ἔχει καὶ συγγένειαν, ἀλλά γε ὁ θεὸς οὐδὲ τῷ ἀρίστῳ τῶν φύντων ὅμοιος, ὅτιπερ τὸ μὲν γέγονέ τε καὶ πείσεται, ὁ δ’ ἐστὶν ἀγένητός τε καὶ ποιῶν ἀεί.

καλὸν δὲ μὴ λιποτακτῆσαι μὲν τῆς τοῦ θεοῦ τάξεως, ἐν ᾗ τοὺς τεταγμένους πάντας ἀριστεύειν ἀνάγκη, αὐτομολῆσαι δὲ πρὸς τὴν ἄνανδρον καὶ κεκλασμένην ἡδονήν, ἣ βλάπτει μὲν τοὺς φίλους, ὠφελεῖ δὲ τοὺς ἐχθρούς. καινοτάτη γάρ τις αὐτῆς ἡ φύσις· οἷς μὲν ἂν ἐθελήσῃ τῶν ἰδίων ἀγαθῶν μεταδοῦναι, τούτους εὐθὺς ἐζημίωσεν, οὓς δ’ ἂν ἀφελέσθαι, τὰ μέγιστα ὤνησε·

βλάπτει μὲν γὰρ ὅταν διδῷ, χαρίζεται δὲ ὅταν ἀφαιρῆται. ἐὰν οὖν, ὦ ψυχή, προσκαλῆταί σέ τι τῶν ἡδονῆς φίλτρων, μετάκλινε σεαυτὴν καὶ ἀντιπεριάγουσα τὴν ὄψιν κάτιδε τὸ γνήσιον ἀρετῆς κάλλος καὶ ὁρῶσα ἐπίμεινον, ἄχρις ἂν ἵμερος ἐντακῇ σοι καὶ ὡς σιδηρῖτις λίθος ἐπισπάσηταί