De Gigantibus

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

μαθέτωσαν δὴ πάντες οὗτοι μηδενὶ προσέρχεσθαι γνώμῃ τῶν εἰρημένων, τοῦτο δέ ἐστι μὴ θαυμάζειν αὐτὰ καὶ ἀποδέχεσθαι πλέον τοῦ μετρίου κρίνοντας ἕκαστον αὐτῶν οὐκ ἀγαθὸν [μόνον], ἀλλὰ καὶ μέγιστον κακόν, τὰ χρήματα, τὴν δόξαν, τὴν σωμάτων δύναμιν. φιλαργύροις μὲν γὰρ ἡ πρὸς ἀργύριον, φιλοδόξοις δὲ ἡ πρὸς δόξαν, φιλάθλοις δὲ καὶ φιλογυμνασταῖς ἡ πρὸς ἰσχὺν πρόσοδος οἰκεία· τὸ γὰρ ἄμεινον, ψυχήν, τοῖς χείροσιν ἐκδεδώκασιν, ἀψύχοις. ὅσοι δὲ ἐντὸς ἑαυτῶν εἰσι,

τὰς λαμπρὰς καὶ περιμαχήτους εὐπραγίας ὑπηκόους ἀποφαίνουσιν ὡς ἡγεμόνι τῷ νῷ, προσιούσας μὲν δεχόμενοι πρὸς ἐπανόρθωσιν, μακρὰν δὲ ἀφεστηκυίαις οὐ προσερχόμενοι, ὡς καὶ δίχα αὐτῶν δυνηθέντες ἂν εὐδαιμονῆσαι.

ὁ δὲ μετιὼν καὶ κατ’ ἴχνος βαίνειν ἐθέλων αἰσχρᾶς ἀναπίμπλησι δόξης φιλοσοφίαν· οὗ χάριν λέγεται „ἀποκαλύψαι τὴν ἀσχημοσύνην“. πῶς γὰρ οὐκ ἐναργῆ καὶ πρόδηλα τὰ ὀνείδη τῶν λεγόντων μὲν εἶναι σοφῶν, πωλούντων δὲ σοφίαν καὶ ἐπευωνιζόντων, ὥσπερ φασὶ τοὺς ἐν ἀγορᾷ τὰ ὤνια προκηρύττοντας, τοτὲ μὲν μικροῦ λήμματος, τοτὲ δὲ ἡδέος καὶ εὐπαραγώγου λόγου, τοτὲ δὲ ἀβεβαίου ἐλπίδος ἀπὸ μηδενὸς ἠρτημένης ἐχυροῦ, ἔστι δ’ ὅτε καὶ [*](3 ἀνηρεθίσθωσαν Μ: ἀνηρεθήσθωσαν Α, ἀνερεθίσθωσαν UH1P, ἀνερεθιζέσθωσαν Η 2 ἀτίθασσοι AU, τιθασοὶ coni. Mang. 4 προσσαίνωσιν M: προσαίνωσιν HP, πρὸς ἕνωσιν Α, προσγενῶσιν U ἐπιστροφῆς H 5 ὀλιγοδέειαν H1P 6 καταλύωμεν PH1: καταλύσωμεν U, καταλύομεν MAH2 7 ἱκανῶς P 7. 8 προσερχόμεθα Α 9 δ’ ἐπὶ τοῦτο U 10 τῶν χρημάτων HP 11 οὐδὲ] οὐ Α 13 δ’ ἐστὶ U 15 μόνον om. U οὐ μόνον οὐκ ἀγαθόν conicio 16 τὴν τῶν σωμάτων U 17 alterum δὲ om, MAH1 18 πρόσοδος] δύναμις U ψυχὴν MAUP, mg. Η: τῆς ψυχῆς text. H 19 ἐντὸς ἑαυτῶν MA: ἐν τοῖς ἑαυτῶν U, ἑαυτῶν P, ἑαυτῶν ἐντός H 23 ἐμπίπλησι AH1, sed ἐμπι in ras. Α δόξης om. P 24 γὰρ om. Α 25 φιλοσοφίαν U 27 ποτὲ ter A ἡδέως U 28 δὲ ἀβεβαίου] δι’ ἀβεβαίου 2 διὰ βεβαίου Η 1, δὲ διὰ βεβαίου P. δὲ δι’ ἀβεβαίου L αἰσχροῦ U Philonis opera vol. II 4)

v.2.p.50

ὑποσχέσεων, αἳ διαφέρουσιν ὀνειράτων οὐδέν; τὸ δὲ ἐπιφερόμενον „ἐγὼ κύριος“ παγκάλως καὶ σφόδρα παιδευτικῶς εἴρηται. ἀντίθες γάρ, φησίν, ὦ γενναῖε, τὸ σαρκὸς ἀγαθὸν τῷ τῆς ψυχῆς καὶ τῷ τοῦ παντὸς ἀγαθῷ· οὐκοῦν τὸ μὲν σαρκός ἐστιν ἄλογος ἡδονή, τὸ δὲ ψυχῆς καὶ τοῦ παντὸς ὁ νοῦς τῶν ὅλων, ὁ θεός.