De Gigantibus
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
σε καὶ ἐγγὺς ἀγάγῃ καὶ ἐξαρτήσῃ τοῦ ποθουμένου. τὸ δὲ „ἐγὼ [*](2 εἴρηται MAH 2: ἤρτηται PH1, διήρηται U 4 τῆς ψυχῆς HP 5 ὁ θεός θεός UHP γε scripsi: τε codd. ἡ (ἢ Η) ἀσύγκριτος σύγκρισις ΜAH1 σύγκρισις H2)P: καὶ ἀσύγκριτος σύγκρισις U, καὶ ἀσύγκριτος ἡ σύγκρισις L, ἡ ἀσυγκρίτων σύγκρισις conicio 6 εἰ μὴ καὶ τὰ MA: μήκιστα U, εἰ καὶ μὴ P, εἰ καὶ H 7 ἄψυχα U τὰ om. L τὰ ἡρμοσμένα U 8 ἡμέρα M 9 πρὸς ἀλήθειαν εἶναι τὰ αὐτά HP εἰ καὶ U 10 ἐνεδέχη M 10. 11 ἀλλ’ ὅ γε θεὸς U 11 φυτῶν U γεγονέναι P τε U: τι cetei 12 πείσεται] φθαρήσεται U δέ U ἀγέννητος AU τε om. U δὲ] δὴ H 2 13 λειποτακτῆσαι codd. χάριτος καὶ τάξεως U 16 αὐτῆς] αὕτη D μὲν γὰρ ἄν ἠθέλησε D ἐθελήσοι Α (οι in ras.), θελήση U MAUD: οἰκείων HP 16. 17 δοῦναι ἀγαθῶν D 17 δ’ U 19 τίς P τῶν τῆς ἡδονῆς Η 20 κάλλος om. Α 21 ἄν σοι μέρος ἐντακῆ ἃ ἡ σιδηρῖτις U ἐκτακῇ Α σιδηρῖτις U: σιδηρίτης ccteri ἐπισπάσεται U 22 ἐξαρτίση Α, ἐξαρτήσει U) [*](13—18 DR fol. 244ν Φίλωνος: οὐ καλὸν αὐτομολῆσαι πρὸς τὴν ἄνανδρον ἀφαιρῆται.)
οὔτε δὲ ὑπηκόοις παρόντων ἡγεμόνων οὔτε δούλοις δεσποτῶν ἀδικεῖν ἀσφαλές· ἐγγὺς γὰρ ὅταν ὦσιν οἱ κολασταί, φόβῳ σωφρονίζονται οἱ ἐξ ἑαυτῶν μὴ πεφυκότες νουθετεῖσθαι.
πάντα γὰρ πεπληρωκὼς ὁ θεὸς ἐγγύς ἐστιν, ὥστε ἐφορῶντος καὶ πλησίον ὄντος μάλιστα μὲν αἰδεσθέντες, εἰ δὲ μὴ τοῦτο, εὐλαβηθέντες γοῦν τὸ ἀνίκητον τῆς ἀρχῆς αὐτοῦ κράτος καὶ τὸ φοβερὸν καὶ ἀπαραίτητον ἐν ταῖς τιμωρίαις, ὁπότε τῇ κολαστηρίῳ χρῆσθαι δυνάμει διανοηθείη, ἠρεμήσωμεν ἀδικοῦντες, ἵνα καὶ τὸ σοφίας πνεῦμα θεῖον μὴ ῥᾳδίως μεταναστὰν οἴχηται, πάμπολυν δὲ χρόνον καταμείνῃ παρ’ ἡμῖν, ἐπεὶ καὶ παρὰ Μωυσεῖ τῷ σοφῷ·
χρῆται γὰρ οὗτος ταῖς εἰρηνικωτάταις σχέσεσιν ἢ ὡς ἑστὼς ἢ ὡς καθεζόμενος, ἥκιστα τρέπεσθαι καὶ μεταβολαῖς χρῆσθαι πεφυκώς· λέγεται γὰρ ὅτι „Μωυσῆς καὶ ἡ κιβωτὸς οὐκ ἐκινήθησαν“ (Num. 14,44), ἤτοι παρ’ ὅσον ὁ σοφὸς ἀχώριστος ἀρετῆς ἢ παρ’ ὅσον οὔτε ἀρετὴ κινητὸν οὔτε σπουδαῖος μεταβλητόν, ἀλλ’ ἑκάτερον ὀρθοῦ λόγου βεβαιότητι ἱδρυμένον· καὶ πάλιν ἐν ἑτέροις·