De Gigantibus
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
καίτοι οὐκ ἀποτρέπει μόνον, ἀλλὰ καὶ παγίως ἀποφαίνεται, ὅτι ὁ πρὸς ἀλήθειαν ἄνθρωπος οὐ προσελεύσεταί ποτε ἑκὼν ταῖς φίλαις καὶ συγγενέσι σώματος ἡδοναῖς, ἀλλυτρίωσιν δὲ τὴν πρὸς αὐτὰς ἀεὶ μελετήσει. τὸ μὲν οὖν μὴ ἅπαξ ἀλλὰ δὶς φάναι „ἄνθρωπος ἄνθρωπος“ σημεῖόν ἐστι τοῦ μὴ τὸν ἐκ σώματος καὶ ψυχῆς ἀλλὰ τὸν ἀρετῇ κεχρημένον δηλοῦσθαι. ὄντως γὰρ ὁ ἀληθινὸς οὗτός ἐστιν, ὃν καὶ τῶν παλαιῶν λύχνον τις μεσημβρίας ἁψάμενος πρὸς τοὺς πυνθανομένους ἄνθρωπον ἔφη ζητεῖν.
τὸ δὲ μὴ πρὸς πάντα οἰκεῖον προσέρχεσθαι τῆς σαρκὸς ἔχει λόγον ἀναγκαῖον. ἔνια γὰρ προσετέον, οἷον αὐτὰ τὰ ἐπιτήδεια, οἷς χρώμενοι ζῆν ἀνόσως καὶ ὑγιεινῶς δυνησόμεθα, τὰ δὲ [*](2 σαρκὸς U 3 ἕκαστος U 4 γὰρ om. Α 5 θελημάτων H 6 αὐτὰς U: εἰς ταύτας MA, εἰς τοσαύτας P, εἰς τοσοῦτον Η (sed υ et ὂν in ras.) 7 τὸν] τῶν AU τὸν φόρτον U 8 οὐρανίας, s. s. οὑς Η ὁδοὺς U 9 προσερρίζονται Α 10 παρ’ ὃ U, παρ’ ὧν corr. ex παρὸ Α 12 ἄνθρωπος om. UH1, ἀνθρώπω AP 1 πρὸς πᾶσαν σάρκα οἰκίαν U 14. 15 τὸν τρόπον τοῦτον U 16 ποτε om. U 17 αὐτὰ H 2, αὐτὴν P 18 ἄνθρωπος ἀνθρώπῳ Α 19 prius τὸν om. P τὸν ἐν ἀρετὴ U 20 ὄντος Α ὃν] ὃς corr. ex ὃν A, ὁ U, ὡς coni. Mang. 20. 21 τὸν παλαιὸν Α 21 τις] τῆς corr. ex τις Α ἐν μεσημβρία τις λύχνον U 22 πάντα τὰ οἰκεῖα U 23 ἀναγκαῖον] ἀναπτύξαι ἄξιον coni. Mang. ἔνια μὲν γὰρ U προσεκτέον Α 24 δὲ om. H1P) [*](18 — 20 Origenes Homilia XXIV 2 in Numeron p. 363 (ad Num. 30,2): quae est ista repetencli nominis causa? . . . . ilie interior est homo . . . in ilio namqne est habitaculum virtutum. refutalnr haec. interpretalio in Anguslini Locutionum libr. III 59 (ad Levit. 24,15) 21 Laert. Diog. VI 41.)
μὴ πρὸς πάντα οὖν τὰ τῇ σαρκὶ φίλα αἱ ὀρέξεις ἀνηρεθίσθωσαν· ἡδοναὶ γὰρ αἱ ἀτίθασοι πολλάκις, ὅταν κυνῶν τρόπον προσσαίνωσιν, ἐξ ὑποστροφῆς ἀνίατα ἔδακον. ὥστε τὴν ἀρετῆς φίλην ὀλιγοδεΐαν πρὸ τῶν σώματος οἰκείων ἀσπαζόμενοι τὸν πολὺν καὶ ἀνήνυτον ὄχλον ἀσπόνδων ἐχθρῶν καταλύωμεν. ἐὰν δέ πού τις καιρὸς βιάζηται πλείω τῶν μετρίων καὶ ἱκανῶν λαμβάνειν, αὐτοὶ μὴ προσερχώμεθα· λέγει γάρ· „οὐ προσελεύσεται αὐτὸς ἀποκαλύψαι ἀσχημοσύνην“.
τί δὲ τοῦτό ἐστιν, ἄξιον ἀναπτύξαι· πολλάκις οὐ γενόμενοί τινες πορισταὶ χρημάτων ἄφθονον ἔσχον περιουσίαν, ἕτεροι δὲ δόξαν οὐκ ἐπιτηδεύσαντες ἐπαίνων δημοσίᾳ καὶ τιμῶν ἠξιώθησαν, τοῖς δὲ οὐδὲ μικρὰν ἰσχὺν ἐλπίσασι μεγίστη προσεγένετο εὐτονία.