De Gigantibus
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
αἴτιον δὲ τῆς ἀνεπιστημοσύνης μέγιστον ἡ σὰρξ καὶ ἡ πρὸς σάρκα οἰκείωσις· καὶ αὐτὸς δὲ ὁμολογεῖ φάσκων „διὰ τὸ εἶναι αὐτοὺς σάρκας“ μὴ δύνασθαι τὸ θεῖον πνεῦμα καταμεῖναι. καίτοι καὶ γάμος καὶ παιδοτροφία καὶ πορισμὸς τῶν ἀναγκαίων ἀδοξία τε μετὰ ἀχρηματίας καὶ πραγματεῖαι, ὧν αἱ μὲν ἴδιαι αἱ δὲ κοιναί, καὶ μυρία ἄλλα, πρὶν σοφίαν [*](1 ἐξάψῃς conicio μένει post ὁμοίῳ posuit U 2 καὶ om. U τοὺς μὲν γὰρ U 3 ἅπαντας ἀποφήνασα ἐμπείρους κατ’ U ἅπαντας P 8 Μωυσέως U: Μώσεως ceteri γεννητοῦ Α γνωρίμων Mang.: γνώριμον U, γνωρίμω ceteri 10 νυνὶ U αὐτὸν P 12 οὐδὲ Α: οὐ MPH1, om. UH2 μεταδοθὲν ἑτέροις om. U ἑτέροις M: ἑτέρω ceteri προστιθοῦν U 13 διὸ] αἱ U 14 post θεῖον add. εἰσὶ U καταμένειν coni. Mang. 15 οὐδενὸς om. U ὀχυρὰ P1 16 κτίσις Α ἑκάτερα MAU, mg. H, mg. P: ἄλληλα text. HP 17 ἄλλας coni. Mang. ἐνδεχομένων UH: ἐκδεχομένων MAP μεταβολάς] τροπάς U 19 σάρκα U 22 πραγματειῶν αἱ U 22. 48,1 πρὶν ἀνομβρῆσαι σοφίαν ἀλλ’ U)
ἀλλ’ οὐδὲν οὕτως ἐμπόδιον πρὸς αὔξησιν αὐτῆς, ὡς ἡ σαρκῶν φύσις. αὕτη γὰρ καθάπερ τις θεμέλιος ἀγνοίας καὶ ἀμαθίας πρῶτος καὶ μέγιστος ὑποβέβληται, ᾧ τῶν εἰρημένων ἕκαστον ἐποικοδομεῖται.
ψυχαὶ μὲν γὰρ ἄσαρκοι καὶ ἀσώματοι ἐν τῷ τοῦ παντὸς θεάτρῳ διημερεύουσαι θεαμάτων καὶ ἀκουσμάτων θείων, ὧν ἄπληστος αὐτὰς εἰσελήλυθεν ἔρως, μηδενὸς κωλυσιεργοῦντος ἀπολαύουσιν. ὅσαι δὲ τὸν σαρκῶν φόρτον ἀχθοφοροῦσι, βαρυνόμεναι καὶ πιεζόμεναι ἄνω μὲν βλέπειν εἰς τὰς οὐρανίους περιόδους ἀδυνατοῦσι, κάτω δὲ ἑλκυσθεῖσαι τὸν αὐχένα βιαίως δίκην τετραπόδων γῇ προσερρίζωνται.
παρὸ καὶ τὰς ἐκνόμους καὶ ἐκθέσμους ὁμιλίας τε καὶ μίξεις ἐγνωκὼς ὁ νομοθέτης ἀναιρεῖν προοιμιάζεται τὸν τρόπον τοῦτον· „ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκεῖον σαρκὸς αὐτοῦ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην· ἐγὼ κύριος“ (Lev. 18,6). πῶς ἄν τις προτρέψαιτο μᾶλλον σαρκὸς καὶ τῶν σαρκὸς οἰκείων καταφρονεῖν ἢ τοῦτον τὸν τρόπον;