De Gigantibus

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἀλλὰ μὴ νομίσῃς οὕτως ἀφαίρεσιν κατὰ ἀποκοπὴν καὶ διάζευξιν γίνεσθαι, ἀλλ’ οἵα [*](1 ἢ UH2: om. MAH2P 3 συμφυλάξαι U 4 ἀμηχανοῦσιν U 4.5 προσεληλυθότας UH1P προεληλυθότας MA, μετεληλυθότας H2 5 ἐκδεδιητημένους U: ἐκδεδιητημένοις MAP, ἐκδεδιητημένην Η ἀποστραφεῖσα om. U 6 οὐδ’] οὐκ U 7 προαιρουμένους U 8 ἀπὸ MAH1P: τὸ ἀπὸ U, ἐπὶ H2 παρ’ ὃ MAU 10 ἐξαιρούμενος P ὁ om. U 12 δ’ U ἔργου HP 13 ὅτι ἀνεκάλεσεν HP: ὅταν ἐκάλεσεν MA, ὅτι ἐκάλεσε U ὁ θεὸς] (??) U 14 ἐπλήρωσεν U ἐπὶ] ἐν U 16 ὁριστικῶς U 17 Μωυσέος AHP ἐπεφοίτησε U 18. 19 πρὸς ἀλήθειαν ἔνεστι προσγενέσθαι U, ἔνεστι γενέσθαι πρὸς ἀλήθειαν HP 19 μεταλαχοῦσι Α 20 ἀπό om. V 22 post οὕτως add. τὴν H 2 γίνεσθαι καὶ διάζευξιν U) [*](22 sqq. Origenes Contra Celsum VI 70 p. 685: ἀεὶ γὰρ ὁ θεὸς μεταδίδωσι τοῖς μετέχειν αὐτοῦ τοῦ ἰδίου πνεύματος οὐ κατὰ ἀποτομὴν καὶ διαίρεσιν ἐγγινομένου τοῖς ἀξίοις, Ilomilia in Numeros VI 2 p. 287: quod dixit, quia assumens de spiritu Moysi dedit septuaginta senioribus spiritum, non ita intellegas, quasi materialem aliquam corporeamque substantiam auferens deus a Moyse in septuaginta secuerit portiones et ifa unicuique seniorum exiguam particulam dederit. impium est ita intelligere naturara spiritus sancti. sed hoc modo figuram mystici huius sermonis adverte, quasi Moyses et spiritus qui erat in Moyse clarissimi cuiusdam luminis fuerit lucerna, ex qua alias septuaginta lucernas accenderit deus, ad quas ita principalis iilius luminis splendor pervenerit, ut origo ipsa luminis nihil damni ex commercio derivationis acceperit. cf. Augustini Quaest. libr. IV 55 —6 Clem. Alex. Strom. I § 12 p. 323 P: τὰ φρέατα ἐξαντλούμενα διειδέστερον ὕδωρ ἀναδίδωσι, τρέπεται δέ εἰς φθορὰν ὦν μεταλαμβάνει οὐδείς.)

v.2.p.47
γένοιτ’ ἂν ἀπὸ πυρὸς, ὅ, κἂν μυρίας δᾷδας ἐξάψῃ, μένει μήδ’ ὁτιοῦν ἐλαττωθὲν ἐν ὁμοίῳ. τοιαύτη τίς ἐστι καὶ τῆς ἐπιστήμης ἡ φύσις· τοὺς γὰρ φοιτητὰς καὶ γνωρίμους ἀποφήνασα ἐμπείρους πάντας κατ’ οὐδὲν μέρος ἐλαττοῦται, πολλάκις δὲ καὶ πρὸς τὸ ἄμεινον ἐπιδίδωσιν, ὥσπερ φασὶ τὰς ἀπαντλουμένας πηγάς· καὶ γὰρ ἐκείνας λόγος ἔχει τότε μᾶλλον γλυκαίνεσθαι.

αἱ γὰρ συνεχεῖς πρὸς ἑτέρους ὁμιλίαι μελέτην καὶ ἄσκησιν ἐμποιοῦσαι ὁλόκληρον τελειότητα ἐργάζονται. εἰ μὲν οὖν τὸ ἴδιον αὐτοῦ Μωυσέως πνεῦμα ἤ τινος ἄλλου γενητοῦ τοσούτῳ πλήθει γνωρίμων ἔμελλε διανέμεσθαι, κἂν κατακερματισθὲν εἰς μοίρας τοσαύτας ἐμειοῦτο.

νῦν δὲ τὸ ἐπ’ αὐτῷ πνεῦμά ἐστι τὸ σοφόν, τὸ θεῖον, τὸ ἄτμητον, τὸ ἀδιαίρετον, τὸ ἀστεῖον, τὸ πάντῃ δι’ ὅλων ἐκπεπληρωμένον· ὅπερ ὠφελοῦν οὐ βλάπτεται οὐδὲ μεταδοθὲν ἑτέροις οὐδ’ αὖ προστεθὲν ἐλαττοῦται τὴν σύνεσιν καὶ ἐπιστήμην καὶ σοφίαν.

διὸ δὴ πνεῦμα θεῖον μένειν μὲν δυνατὸν ἐν ψυχῇ, διαμένειν δὲ ἀδύνατον, ὡς εἴπομεν. καὶ τί θαυμάζομεν; οὐδὲ γὰρ ἄλλου τὸ παράπαν οὐδενὸς ἐχυρὰ καὶ βέβαιος ἐγγίνεται κτῆσις ἀντιρρεπόντων καὶ πρὸς ἑκάτερα ταλαντευόντων τῶν ἀνθρωπίνων πραγμάτων καὶ ἄλλοτε ἀλλοίας ἐνδεχομένων μεταβολάς.