De Gigantibus

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἐκεῖναι δ’ ὥσπερ εἰς ποταμὸν τὸ σῶμα καταβᾶσαι ποτὲ μὲν ὑπὸ συρμοῦ δίνης βιαιοτάτης ἁρπασθεῖσαι κατεπόθησαν, ποτὲ δὲ πρὸς τὴν φορὰν ἀντισχεῖν δυνηθεῖσαι τὸ μὲν πρῶτον ἀνενήξαντο, εἶτα ὅθεν ὥρμησαν, ἐκεῖσε πάλιν ἀνέπτησαν.

αὗται μὲν οὖν εἰσι ψυχαὶ τῶν ἀνόθως φιλοσοφησάντων, ἐξ ἀρχῆς ἄχρι τέλους μελετῶσαι τὸν μετὰ σωμάτων ἀποθνῄσκειν βίον, ἵνα τῆς ἀσωμάτου καὶ ἀφθάρτου παρὰ τῷ ἀγενήτῳ καὶ ἀφθάρτῳ ζωῆς μεταλάχωσιν,

αἱ δὲ καταποντωθεῖσαι τῶν ἄλλων ἀνθρώπων ὅσοι σοφίας ἠλόγησαν ἐκδόντες ἀστάτοις καὶ τυχηροῖς πράγμασιν ἑαυτοὺς, ὧν οὐδὲν εἰς τὸ κράτιστον τῶν ἐν ἡμῖν, ψυχὴν ἢ νοῦν, ἀναφέρεται, πάντα δὲ ἐπὶ τὸν συμφυᾶ νεκρὸν ἡμῶν, τὸ σῶμα, ἢ ἐπὶ τὰ ἀψυχότερα τούτου, δόξαν λέγω καὶ χρήματα καὶ ἀρχὰς καὶ τιμὰς καὶ ὅσα ἄλλα ὑπὸ τῶν μὴ τεθεαμένων τὰ πρὸς ἀλήθειαν καλὰ ἀπάτῃ ψευδοῦς δόξης ἀναπλάττεται ἢ ζωγραφεῖται.

ψυχὰς οὖν καὶ δαίμονας καὶ ἀγγέλους ὀνόματα μὲν διαφέροντα, ἓν δὲ καὶ ταὐτὸν ὑποκείμενον διανοηθεὶς ἄχθος βαρύτατον ἀποθήσῃ δεισιδαιμονίαν. [*](1 φίλε U 2 post λαβὼν add. ἀθανάτου ψυχάς U 3 τὰ σώματα Α 4 ἠξιώθησαν U ταύταις codd.: αἷς Mang. 5 περιεχομέναις UH2: περιεχομέναις αἷς MAH1P 6 ἐπιστασίαν scripsi: ἐπίστασιν MAUP, σύστασιν Η 7 ποτὲ MAUE: τοτὲ HP δεινῆς U 8 ποτὲ MAUPE: τοτὲ Η 9 ὥρμησαν MAH1P: ὡρμήθησαν UH2E ἀνέπτησαν E: ἀπέπτησαν ceteri 10 ἀνόθως Mang.: ἄνωθέν πως MAHP, ἄνωθεν εὐσθενῶς UE 11 τὸν] τῶν Α ἀποθνήσκει Α 12 ἀγενήτω Hbr: ἀγεννήτω ceteri 13 καταποντωθεῖσαι MAHP: καταποθεῖσαι UE, καταποντισθεῖσαι L 14 πνεύμασιν Η οὐδεὶς τὸ U 14. 15 τὸ — ἡμῖν om. Ε 15 τῶν ἐν ἡμῖν om. U δ’ U 16 ψυχρότερα Α 17 ὑπὸ MAHE: ἀπὸ UP 18 τὰ om. HP 19 οὑν δαίμονας HP ὀνόματι μὲν διαφέροντας E 20 ἀποθήση Η: ἀποθήσει MAP, ἀποθήσεις UE) [*](2 sqq. Origenes Contra Celsum V 55 p. 620: καὶ τῶν πρὸ ἡμῶν τις ταῦτα ἀνήγαγεν εἰς τὸν περὶ ψυχῶν λόγον ἐν ἐπιθυμία γενομένων τοῦ ἐν σώματι ἀνθρώπων βίου, ἅπερ (leg. ὅνπερ) τροπολογῶν ἔφασκε λελέχθαι θυγατέρας ἀνθρώπων. Comment. in loannem VI 25 p. 142: ἥντινα κατάβασιν αἰνίσσεσθαί τινες ὑπειλήφασι τὴν τῶν ψυχῶν κάθοδον ἐπὶ τὰ σώ· μάτα, θυγατέρας ἀνθρώπων τροπικώτερον τὸ γήινον σκῆνος λέγεσθαι ὑπειληφότες. 6 — 45, 8 ἐκεῖναι δ’ ὥσπερ — ἀγγέλων πονηρῶν exstaut iu Epitome Περὶ κόσμου (= E) cap. 3, II p. 604,38 — 605,26 M. consensum codicum, non editionum lectiones adnotavi. 16 cf. Aristot. fr. 60.)

v.2.p.45
ὥσπερ γὰρ ἀγαθοὺς δαίμονας καὶ κακοὺς λέγουσιν οἱ πολλοὶ καὶ ψυχὰς ὁμοίως, οὕτως καὶ ἀγγέλους τοὺς μὲν τῆς προσρήσεως ἀξίους πρεσβευτάς τινας ἀνθρώπων πρὸς θεὸν καὶ θεοῦ πρὸς ἀνθρώπους ἱεροὺς καὶ ἀσύλους διὰ τὴν ἀνυπαίτιον καὶ παγκάλην ταύτην ὑπηρεσίαν, τοὺς δ’ ἔμπαλιν ἀνιέρους καὶ ἀναξίους τῆς προσρήσεως καὶ αὐτὸς ὑπολαμβάνων οὐχ ἁμαρτήσει.