De Gigantibus
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
μαρτυρεῖ δέ μου τῷ λόγῳ τὸ παρὰ τῷ ὑμνογράφῳ εἰρημένον ἐν ᾄσματι τούτῳ· „ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν“ (Psalm. 77,49). οὗτοί εἰσιν οἱ πονηροὶ τὸ ἀγγέλων ὄνομα ὑποδυόμενοι, τὰς μὲν ὀρθοῦ λόγου θυγατέρας, ἐπιστήμας καὶ ἀρετάς, οὐκ εἰδότες, τὰς δὲ τῶν ἀνθρώπων θνητὰς θνητῶν ἀπογόνους ἡδονὰς μετερχόμενοι γνήσιον μὲν οὐδὲν ἐπιφερομένας κάλλος, ὃ διανοίᾳ μόνῃ θεωρεῖται, νόθον δὲ εὐμορφίαν, δι’ ἧς ἡ αἴσθησις ἀπατᾶται.
λαμβάνουσι δὲ οὐ πάσας ἅπαντες τὰς θυγατέρας, ἀλλ’ ἔνιοι ἐνίας ἐκ μυρίων ὅσων ἐπελέξαντο ἑαυτοῖς, οἱ μὲν τὰς δι’ ὄψεως, ἕτεροι δὲ τὰς δι’ ἀκοῆς, τὰς δ’ αὖ διὰ γεύσεως καὶ γαστρὸς ἄλλοι, τινὲς δὲ τὰς μετὰ γαστέρα, πολλοὶ δὲ καὶ τῶν πορρωτάτω διῳκισμένων ἀντελάβοντο τὰς μηκίστας ἐν ἑαυτοῖς τείνοντες ἐπιθυμίας· ποικίλαι γὰρ ἐξ ἀνάγκης αἱ ποικίλων ἡδονῶν αἱρέσεις, ἄλλων ᾠκειωμένων ἄλλαις.
Ἐν δὴ τοῖς τοιούτοις ἀμήχανον τὸ τοῦ θεοῦ καταμεῖναι καὶ διαιωνίσαι πνεῦμα, ὡς δηλοῖ καὶ αὐτὸς ὁ νομοθέτης. „εἶπε“ γάρ φησι „κύριος ὁ θεός· οὐ καταμενεῖ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας“ (Gen. 6,3).
μένει μὲν γὰρ ἔστιν ὅτε, καταμένει δ’ οὐκ εἰσάπαν παρὰ τοῖς πολλοῖς ἡμῖν. τίς γὰρ οὕτως [*](1 γὰρ UE: om. ’P, δὲ Η 2 2 οὕτω E τῆς] τῆς ἀγαθῆς Η 2 προρρήσεως ΑΕ ἀξίους om. HP 3 πρεσβύτας U 3. 4 ἀσύλους καὶ ἱεροὺς HP 4 post ἀσύλους add. φύλακας Ε πανάλην (sic) U 5 προρρήσεως Α καὶ αὐτὸς] καὶ ὑπαιτίους coni. Mang. 6 ἁμαρτήσεις UH2E 6. 7 λόγῳ ὁ ὑμνογράφος οὑτωσὶ λέγων Ε 7 τοῦτο U (coni. Mang.) 8 θυμὸν — ἀποστολὴν om. E ἀποστελεῖ Α 9 οὗτοι] spat. 5 litt. M οἱ ante τὸ add. H 2 τὸ om. M 1 1 θνητὰς τῶν ἀνθρώπων HP θνητῶν θνητὰς U 13 εὐμορφίαν ἧ αἴσθησις ἀπάγεται U 14 ἐνίας MHP: ἐνίας ἃς A, ἅς U ὅσον Α ἐπελέξαντο MAU: ἐξελέξαντο HP 15 δὲ om. HP 17 ἀντελάβοντο scripsi: ἀνελάβοντο codd. πρὸς μήκιστον τὰς ἐν conicio vel μηκίστας τὰς ἐν μηκίστας MAU: ἡκίστας (s. s. μ) P, ποικίλας in ras. H 18 τείναντες U(?) 19 ᾠκειωμένων ΑΗ2: ἐκειουμένων U, οἰκειωμένων MH1P 20 τὸ om. U 22 οὐ μὴ καταμείνῃ U εἰς om. U 23 μὲν om. U 24 καταμενεῖ AP οὐκ] οὐδ’ Η) [*](2. 3 cf. Platonis Symposion p. 202 E)