De Gigantibus
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ἀλλ’ οὐ παρόσον ἀδύνατος ἡ ὄψις ψυχῶν φαντασιωθῆναι τύπους, διὰ τοῦτ’ οὔκ εἰσιν ἐν ἀέρι ψυχαί, καταλαμβάνεσθαι δ’ αὐτὰς ἀναγκαῖον ὑπὸ νοῦ, ἵνα πρὸς τῶν ὁμοίων τὸ ὅμοιον θεωρῆται. ἐπεὶ καὶ τί φήσομεν;
πάνθ’ ὅσα χερσαῖα καὶ ἔνυδρα οὐκ ἀέρι καὶ πνεύματι ζῇ; τί δέ; οὐκ ἀέρος κακωθέντος τὰ λοιμικὰ συνίστασθαι παθήματα φιλεῖ, ὡς ἂν αἰτίου τῆς ψυχώσεως ἑκάστοις; τί δέ; ὁπότε ἀπήμων καὶ ἀβλαβὴς εἴη, ὁποῖον ἐν ταῖς βορείοις μάλιστα αὔραις εἴωθε γίνεσθαι, οὐ καθαρωτέρου σπῶντα τοῦ πνεύματος πρὸς πλείονα καὶ κραταιοτέραν διαμονὴν ἐπιδίδωσιν;
ἆρ’ οὖν εἰκὸς δι’ οὗ τὰ ἄλλα, ἔνυδρά τε καὶ χερσαῖα, ἐψύχωται, ἔρημον εἶναι ἢ ψυχῶν ἀμοιρεῖν; τοὐναντίον μὲν οὖν, εἰ καὶ τὰ ἄλλα [*](1 θυγατέρας post οὗτοι transpos. Α 2 υἱῶν Α 3 θηλυτόκος AUH2: θηλυκοτόκος MH1P 4 τοὺς om. Α 5 ἔμπαλιν coni. Mang. γενέσθαι MAP, mg. H: ἰδέσθαι text. H, γεννᾶσθαι U 8 οἱ ἄλλοι U Μωυσῆς ἀγγέλους U Μώσης MAHP 9 ποτώμεναι H1P μήτις U ὑπολάβοι Α 10 εἶναι τὸ evanida in U, τὸ fort. deest. 11 ἐμψυχῶσθαι H1L 15 ὅλοι Α ὅλαι δι’ om. U παρ’ ὃ AUP 18 εἰσιν Η 19 οὐ] οὐδὲ PH1 20 ἐν om. H1P 21 πρὸς τοῦ ὁμοίου conicio καὶ eras. Η φήσωμεν U ut vid. 23 φιλίως ἀναιτίου U 24 ὁποῖος conicio 25 ταῖς] τοῖς H 26 πνεύματος] πατρὸς L πάντα πρὸς conicio πλείω Α 28 ἢ U: om. ceteri τὸ ἐναντίον Α)
ἐξαίρετον χάριν παρὰ τοῦ δημιουργοῦ σπέρματα λαβών. τῶν οὖν ψυχῶν αἱ μὲν πρὸς σώματα κατέβησαν, αἱ δὲ οὐδενὶ τῶν γῆς μορίων ἠξίωσάν ποτε συνενεχθῆναι. ταύταις ἀφιερωθείσαις καὶ τῆς τοῦ πατρὸς θεραπείας περιεχομέναις ὑπηρέτισι καὶ διακόνοις ὁ δημιουργὸς εἴωθε χρῆσθαι πρὸς τὴν τῶν θνητῶν ἐπιστασίαν.