Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

καὶ μὲν δὴ Ναδὰβ καὶ Ἀβιοὺδ (cf. Lev. 10, 1) οἱ ἐγγίσαντες θεῷ καὶ τὸν μὲν θνητὸν βίον καταλιπόντες, τοῦ δ’ ἀθανάτου μεταλαχόντες, γυμνοὶ θεωροῦνται τῆς κενῆς καὶ θνητῆς δόξης· οὐ γὰρ ἂν ἐν τοῖς χιτῶσιν αὐτοὺς οἱ κομίζοντες ἔφερον (Lev. 10, 5), εἰ μὴ γεγύμνωντο πάντα δεσμὸν πάθους καὶ σωματικῆς ἀνάγκης διαρρήξαντες, ἵνα μὴ ἡ γύμνωσις αὐτῶν καὶ ἀσωματότης ἀθέων ἐπεισόδῳ λογισμῶν κιβδηλευθῇ· οὐ γὰρ πᾶσιν ἐπιτρεπτέον τὰ θεοῦ καθορᾶν ἀπόρρητα, ἀλλὰ μόνοις τοῖς δυναμένοις αὐτὰ περιστέλλειν καὶ φυλάττειν.

διὸ καὶ οἱ περὶ τὸν Μισαδαὶ οὐχὶ τοῖς ἰδίοις χιτῶσιν αἴρουσιν, ἀλλὰ τοῖς τῶν ἐκπυρωθέντων καὶ ἀναληφθέντων Ναδὰβ καὶ Ἀβιούδ· ἀποδυσάμενοι γὰρ τὰ ἐπικαλύπτοντα πάντα τὴν μὲν γύμνωσιν τῷ θεῷ προσήνεγκαν, τοὺς δὲ χιτῶνας τοῖς περὶ Μισαδαὶ κατέλιπον· χιτῶνες δ’ εἰσὶ τὰ μέρη τοῦ ἀλόγου, ἃ τὸ λογικὸν ἐπεσκίαζε.

καὶ Ἀβραὰμ [*](3 — κέκληται (p. 103,23) om. P καὶ om. Arm, seclusi 7 ἐκδῦσα om, Α 11. 12 ἀνακινηθεῖσα coni. Mang. 16 post γυμνὸς add. φησὶν Arm ἤχων] εἶχον Α, σχημάτων Arm 19. 20 τοῦ δ’ ἀθανάτου μεταλαχόντες om. Arm 20 κενῆς MArm (coni. Mang.): καινῆς Α καὶ θνητῆς om. Arm 21 ἐν τοῖς M: θνητοῖς Arm, ἐν ταῖς (sic) Α αὐτοὺς Arm: αὐτοῖς codd., αὐτῶν coni. Mang. ἐξέφερον Arm 22 γεγύμνωντο codd.: ἐγεγύμνωντο v 23 ἀθέων Mang.: ἀθέω codd. 24 ἐπιτέτραπται Arm 26 Μισάδε M, Μισαδὲ A οὐχὶ — Μισαδαὶ (29) om. A αἴρουσιν om. Mang. 28 μὲν om. Mang. 29 Μισάδε M)

v.1.p.102
γυμνοῦται, ὅταν ἀκούσῃ· "ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου“ (Gen. 12, 1). καὶ ὁ Ἰσαὰκ οὐ γυμνοῦται μέν, ἀεὶ δὲ γυμνός ἐστι καὶ ἀσώματος· πρόσταγμα γὰρ αὐτῷ δέδοται, μὴ καταβῆναι εἰς Αἴγυπτον (Gen. 26, 2), τουτέστι τὸ σῶμα. καὶ Ἰακὼβ γυμνότητος ἐρᾷ ψυχικῆς — ἡ γὰρ λειότης αὐτοῦ γύμνωσίς ἐστιν —· ἦν γὰρ Ἠσαῦ ἀνὴρ δασύς, Ἰακὼβ δέ, φησίν, ἀνὴρ λεῖος (Gen. 27,11), παρὸ καὶ τῆς Λείας

ἀνήρ ἐστι. μία μὲν ἀρίστη γύμνωσίς ἐστιν αὕτη, ἡ δ’ ἑτέρα ἐστὶν ἐναντία, ἀρετῆς ἀφαίρεσις ἐκ τροπῆς γινομένη, ὅταν ληραίνῃ καὶ παρανοῇ ἡ ψυχή. ταύτῃ χρῆται ὁ Νῶε γυμνούμενος, ὅταν πίῃ τοῦ οἴνου· χάρις δὲ τῷ θεῷ, ὅτι ἡ τροπὴ καὶ ἡ γύμνωσις τοῦ νοῦ κατ’ ἀρετῆς ἀφαίρεσιν οὐκ ἄχρι τῶν ἐκτὸς ἐχύθη, ἀλλ’ ἔμεινεν ἐν τῷ οἴκῳ· φησὶ γὰρ ὅτι „ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ“ (Gen. 9, 21)· κἂν γὰρ ἁμάρτῃ ὁ σοφός, οὐχ οὕτως ἐξώκειλεν ὡς ὁ φαῦλος, τοῦ μὲν γὰρ κέχυται ἡ κακία, τοῦ δὲ συνέσταλται· διὸ καὶ ἀνανήφει, τοῦτο δ’ ἐστὶ μετανοεῖ καὶ ὥσπερ ἐκ νόσου ἀναλαμβάνει.

ἀκριβέστερον δὲ τὸ ἐν τῷ οἴκῳ γίνεσθαι τὴν γύμνωσιν θεασώμεθα· ἐπειδὰν ἡ ψυχὴ τραπεῖσα μόνον ἐννοηθῇ τι τῶν ἀτόπων καὶ μὴ ἐπεξέλθῃ, ὥστε αὐτὸ ἔργῳ τελειῶσαι, ἐν τῷ τῆς ψυχῆς χωρίῳ καὶ οἴκῳ γέγονε τὸ ἁμάρτημα· ἐὰν δὲ πρὸς τῷ μοχθηρόν τι λογίσασθαι καὶ ἐπανύσηται, ὥστε ἐργάσασθαι, κέχυται καὶ εἰς τὰ ἐκτὸς τὸ ἀδίκημα. παρὸ καὶ τῷ Χαναὰν καταρᾶται,

ὅτι τὴν τῆς ψυχῆς τροπὴν ἔξω ἀπήγγειλε, τουτέστι καὶ εἰς τὰ ἐκτὸς ἔτεινε καὶ ἐπεξειργάσατο προσθεὶς τῷ κακῷ βουλήματι κακὸν τὸ διὰ τῶν ἔργων ἀποτέλεσμα· Σὴμ δὲ καὶ Ἰάφεθ ἐπαινοῦνται μὴ ἐπιθέμενοι τῇ ψυχῇ, ἀλλὰ τὴν τροπὴν αὐτῆς περικαλύψαντες.

διὰ τοῦτο καὶ αἱ εὐχαὶ καὶ οἱ ὁρισμοὶ τῆς ψυχῆς ἐπιλύονται, ὅταν ἐν οἴκῳ γένωνται πατρὸς ἢ ἀνδρός (Num. 30, 4 ss.), μὴ ἡσυχαζόντων τῶν λογισμῶν μηδὲ ἐπιτιθεμένων τῇ τροπῇ, ἀλλὰ περιαιρούντων τὸ ἁμάρτημα· τότε γὰρ καὶ ὁ δεσπότης ἁπάντων „καθαριεῖ αὐτήν“. εὐχὴν δὲ χήρας καὶ ἐκβεβλημένης ἀναφαίρετον ἐᾷ· „ὅσα γὰρ ἂν εὔξηται“ φησί „κατὰ τῆς ψυχῆς αὐτῆς, μένει αὐτῇ“ (Num. 30, 10)· κατὰ λόγον· εἰ γὰρ ἄχρι τῶν ἐκτὸς ἐκβληθεῖσα προελήλυθεν, ὡς μὴ τρέπεσθαι μόνον ἀλλὰ καὶ διὰ τῶν ἀποτελεσμάτων ἁμαρτάνειν, ἀθεράπευτος μένει ἀνδρείου τε λόγου μὴ μετασχοῦσα καὶ τῆς τοῦ πατρὸς παρηγορίας στερηθεῖσα.

τρίτη [*](6 om. Arm 7 ἀρίστη om. Arm 13 ἐξώκειλεν Hoeschel: ἐξωκείλει codd., ἐξοκέλλει V 19 μοχθηρόν τι] μοχθηρὸν εἶναι τὸ Αrm ἐκτανύσηται coni. Cotelier (Mang.) 20 τῴ] τὸ A Χανὰν Mang. 21 καὶ om. Arm 24 τὴν ψυχήν Α 26 μὴ MArm: μὲν A 27 συντιθεμένων coni. Mang. 28 ἐκβεβλημμένης Μ 30 αὐτὴ κατὰ λόγον AArm 33 πατρὸς παρηγορίας] θεοῦ προσηγορίας Arm)

v.1.p.103
γύμνωσίς ἐστιν ἡ μέση, καθ’ ἣν ὁ νοῦς ἄλογός ἐστι μήτε ἀρετῆς πω μήτε κακίας μετέχων. περὶ ταύτης ἐστὶν ὁ λόγος, ἧς καὶ ὁ νήπιος κοινωνεῖ, ὥστε τὸ λεγόμενον „ἦσαν οἱ δύο γυμνοί, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ“ τοιοῦτον εἶναι· οὔτε ὁ νοῦς ἐνόει οὔτε ἡ αἴσθησις ᾐσθάνετο, ἀλλ’ ἦν ὁ μὲν τοῦ νοεῖν ἔρημός τε καὶ γυμνός, ἡ δὲ τοῦ αἰσθάνεσθαι.