Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

τὸ δὲ „οὐκ ᾐσχύνοντο“ πάλιν ἴδωμεν. τρία κατὰ τὸν τόπον ἐστίν· ἀναισχυντία, αἰδώς, τὸ μήτε ἀναισχυντεῖν μήτε αἰδεῖσθαι· ἀναισχυντία μὲν οὖν ἴδιον φαύλου, αἰδὼς δὲ σπουδαίου, τὸ δὲ μήτε αἰδεῖσθαι μήτε ἀναισχυντεῖν τοῦ ἀκαταλήπτως ἔχοντος καὶ ἀσυγκαταθέτως, περὶ οὗ νῦν ἐστιν ὁ λόγος· ὁ γὰρ μηδέπω κατάληψιν ἀγαθοῦ ἢ κακοῦ λαβὼν οὔτε ἀναισχυντεῖν οὔτε αἰδεῖσθαι δύναται.

τῆς μὲν οὖν ἀναισχυντίας παραδείγματα αἱ ἀσχημοσύναι πᾶσαι, ὅταν ὁ νοῦς ἀποκαλύπτῃ τὰ αἰσχρά, συσκιάζειν δέον, ἐπαυχῶν καὶ σεμνυνόμενος ἐπ’ αὐτοῖς. λέγεται καὶ ἐπὶ τῆς Μαριάμ, ὅτε κατελάλει Μωυσῆ· „εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας“ (Num. 12, 14) ;

ὄντως γὰρ ἀναίσχυντος καὶ θρασεῖα ἡ αἴσθησις, ἣ ἐξουθενηθεῖσα ὑπὸ τοῦ θεοῦ τοῦ πατρὸς παρὰ τὸν πιστὸν ἐν ὅλῳ τῷ οἴκῳ (ibid. 7), ᾧ τὴν Αἰθιόπισσαν, τὴν ἀμετάβλητον καὶ κατακορῆ γνώμην, αὐτὸς ὁ θεὸς ἡρμόσατο, τολμᾷ καταλαλεῖν Μωυσῆ καὶ κατηγορεῖν, ἐφ’ ᾧ ὤφειλεν ἐπαινεῖσθαι (ibid. 1)· τοῦτο γάρ ἐστιν ἐγκώμιον αὐτοῦ μέγιστον, ὅτι τὴν Αἰθιόπισσαν ἔλαβε, τὴν ἄτρεπτον καὶ πεπυρωμένην καὶ δόκιμον φύσιν· ὥσπερ γὰρ ἐν ὀφθαλμῷ τὸ βλέπον μέλαν ἐστίν, οὕτως τὸ ὁρατικὸν τῆς ψυχῆς Αἰθιόπισσα κέκληται.

διὰ τί οὖν, πολλῶν ὄντων κακίας ἔργων, ἑνὸς μόνου μέμνηται τοῦ κατὰ τὸ αἰσχρὸν εἰπὼν „οὐκ ᾐσχύνοντο“, ἀλλ’ οὐκ οὐκ ἠδίκουν ἢ οὐχ ἡμάρτανον ἢ οὐκ ἐπλημμέλουν; παράκειται δὲ ἡ αἰτία. μὰ τὸν ἀληθῆ μόνον θεὸν οὐδὲν οὕτως αἰσχρὸν ἡγοῦμαι ὡς τὸ ὑπολαμβάνειν ὅτι νοῶ ἢ ὅτι αἰσθάνομαι. ὁ ἐμὸς νοῦς αἴτιος τοῦ νοεῖν; πόθεν;

ἑαυτὸν γὰρ οἶδεν, [*](2 ταύτης] ἧς Arm 7 καὶ αἰδὼς καὶ τὸ μὴ ἀναισχυντεῖν Arm μήτε αἰδεῖσθαι om. Arm 12 ὁ νοῦς] οὖν Arm 14 Μαριάμ scripsi: Μάριας codd. κατελάλει codd.: καταλάλει (sic) Mang. Μωσῆ MArm, Μωυσῇ v 15 ἐντραπήσηται Mang. 16 ὄντως] οὕτως Arm ἣ scripsi: ἡ codd. 18 οἴκω αὐτοῦ Arm τὴν ἀμετάβλητον] καὶ ἀμ’. Arm 19 Μωυσῇ v 22 φύσιν] φύσει Α, φαῦσιν coni. Creuzer 24 τῆς κακίας Arm 25 ἀλλ’ οὐκ οὐκ Arm: ὤ’ οὐκ codd.) [*](8 — 9 Anton. Mel. II 71 Col. 1169 Flor. Par. No. 14 (??) Max. Ecl. cap. 40) Φίλωνος: ἀναισχυντία μὲν ἴδιον φαύλου, αἰδὼς δὲ σπουδαίου, τὸ δὲ μήτε αἰσχύνεσθαι μήτε ἀναισχυντεῖν τοῦ ἀκαταλήπτως ἔχοντος καὶ ἀσυγκαταθέτως,)

v.1.p.104
ὅστις ὢν τυγχάνει ἢ πῶς ἐγένετο; ἡ δὲ αἴσθησις αἰτία τοῦ αἰσθάνεσθαι; πῶς ἂν λέγοιτο, μήθ’ ὑφ’ αὑτῆς μήτε ὑπὸ τοῦ νοῦ γνωριζομένη; οὐχ ὁρᾷς ὅτι ὁ δοκῶν νοεῖν νοῦς εὑρίσκεται πολλάκις ἄνους, ἐν τοῖς κόροις, ἐν ταῖς μέθαις, ἐν ταῖς παραφροσύναις; ποῦ δὴ τὸ νοεῖν ἐπ’ αὐτῶν; ἡ δὲ αἴσθησις οὐ πολλάκις ἀφαιρεῖται τὸ αἰσθάνεσθαι; ὁρῶντες ἔστιν ὅτε οὐχ ὁρῶμεν καὶ ἀκούοντες οὐκ ἀκούομεν, ἐπειδὰν ὁ νοῦς μικρὸν ὅσον ἑτέρῳ νοητῷ προσενεχθῇ παρενθυμούμενος.

ἕως οὖν γυμνοί εἰσιν, ὁ μὲν νοῦς τοῦ νοεῖν, ἡ δὲ αἴσθησις τοῦ αἰσθάνεσθαι, οὐδὲν ἔχουσιν αἰσχρόν· ἐπειδὰν δὲ ἄρξωνται καταλαμβάνειν, ἐν αἰσχύνῃ καὶ ὕβρει γίνονται, εὑρεθήσονται γὰρ εὐηθείᾳ καὶ μωρίᾳ πολλάκις χρώμενοι μᾶλλον ἢ ὑγιαινούσῃ ἐπιστήμῃ, οὐ μόνον ἐν κόροις καὶ μελαγχολίαις καὶ παραφροσύναις ἀλλὰ καὶ ἐν τῷ ἄλλῳ βίῳ· ὅτε μὲν γὰρ ἡ αἴσθησις κρατεῖ, ὁ νοῦς ἠνδραπόδισται μηδενὶ προσέχων νοητῷ, ὅτε δὲ ὁ νοῦς κρατεῖ, ἡ αἴσθησις ἄπρακτος θεωρεῖται μηδενὸς ἀντίληψιν ἴσχουσα αἰσθητοῦ.

„Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ θεός“ (Gen. 3, 1). δυεῖν προγεγονότων νοῦ καὶ αἰσθήσεως καὶ τούτων γυμνῶν κατὰ τὸν δεδηλωμένον τρόπον ὑπαρχόντων, ἀνάγκη τρίτην ἡδονὴν συναγωγὸν ἀμφοῖν ὑπάρξαι πρὸς τὴν τῶν νοητῶν καὶ αἰσθητῶν ἀντίληψιν· οὔτε γὰρ ὁ νοῦς δίχα αἰσθήσεως ἠδύνατο καταλαβεῖν ζῷον ἢ φυτὸν ἢ λίθον ἢ ξύλον ἢ συνόλως σῶμα οὔτε ἡ αἴσθησις δίχα τοῦ νοῦ περιποιῆσαι τὸ αἰσθάνεσθαι.

ἐπειδὴ τοίνυν ἄμφω ταῦτα συνελθεῖν ἔδει πρὸς κατάληψιν τῶν ὑποκειμένων, τίς αὐτὰ συνήγαγεν ὅτι μὴ δεσμὸς τρίτος ἔρωτος καὶ ἐπιθυμίας, ἀρχούσης καὶ δυναστευούσης ἡδονῆς, ἣν συμβολικῶς ὄφιν ὠνόμασε;