Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

„Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν“ (Gen. 2, 24). ἕνεκα τῆς αἰσθήσεως ὁ νοῦς, ὅταν αὐτῇ δουλωθῇ, καταλείπει καὶ τὸν πατέρα τῶν ὅλων θεὸν καὶ τὴν μητέρα τῶν συμπάντων, τὴν ἀρετὴν καὶ σοφίαν τοῦ θεοῦ, καὶ προσκολλᾶται καὶ ἑνοῦται τῇ αἰσθήσει καὶ ἀναλύεται εἰς αἴσθησιν, ἵνα γένωνται μία σὰρξ καὶ ἓν πάθος οἱ δύο.

παρατήρει δ’ ὅτι οὐχ ἡ γυνὴ κολλᾶται τῷ ἀνδρί, ἀλλ’ ἔμπαλιν ὁ ἀνὴρ τῇ γυναικί, ὁ νοῦς τῇ αἰσθήσει· ὅταν γὰρ τὸ κρεῖττον ὁ νοῦς ἑνωθῇ τῷ χείρονι τῇ αἰσθήσει, ἀναλύεται εἰς τὸ χεῖρον τὸ σαρκὸς γένος, τὴν παθῶν αἰτίαν αἴσθησιν· ὅταν δὲ τὸ χεῖρον ἡ αἴσθησις ἀκολουθήσῃ τῷ κρείττονι τῷ νῷ, οὐκέτι ἔσται σάρξ, ἀλλὰ ἀμφότερα νοῦς. οὗτος μὲν δὴ τοιοῦτος, τὸ φιλοπαθὲς προκρίνων τοῦ φιλοθέου.

ἔστι δέ τις ἕτερος τοὐναντίον ᾑρημένος ὁ Λευὶ ὁ „λέγων τῷ πατρὶ καὶ τῇ μητρί Οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς ἀπέγνω“ (Deut. 33, 9)· πατέρα καὶ μητέρα οὗτος [τε], τὸν νοῦν καὶ τὴν τοῦ σώματος ὕλην, καταλείπει ὑπὲρ τοῦ κλῆρον ἔχειν τὸν ἕνα θεόν, „κύριος γὰρ αὐτὸς κλῆρος αὐτῷ“ (Deut. 10, 9).

γίνεται δὴ τοῦ μὲν φιλοπαθοῦς κλῆρος τὸ πάθος, τοῦ δὲ φιλοθέου τοῦ Λευὶ κλῆρος ὁ θεός. οὐχ ὁρᾷς ὅτι καὶ τῇ δεκάτῃ τοῦ ἑβδόμου μηνὸς κελεύει δύο τράγους [κλῆρον] προσάγειν, „κλῆρον ἕνα τῷ κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ“ (Lev. 16, 8) ; τοῦ γὰρ φιλοπαθοῦς ἐστι κλῆρος ὄντως τὸ ἀποπόμπιμον πάθος.

„Καὶ ἦσαν οἱ δύο γυμνοί, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο. Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ θεός“ (Gen. 2, 25. 3,1). γυμνός ἐστιν ὁ νοῦς ὁ μήτε κακίᾳ μήτε ἀρετῇ ἀμπεχόμενος, ἀλλ’ ἑκατέρου γεγυμνωμένος ὄντως, οἷον ἡ τοῦ νηπίου παιδὸς ψυχὴ ἀμέτοχος οὖσα ἑκατέρου, ἀγαθοῦ τε καὶ κακοῦ, ἀπημφίασται τὰ καλύμματα καὶ [*](1 τελεώτατα AP τὰ τῆς] ταύτης P 6 αὐτῇ om. Arm καταλείπει M: καταλίπῃ AP τῶν ὅλων MPArm: τὸν ὅλων Α 7 ἀρετὴν καὶ om. Arm 8. 9 γένωνται codd.: γίνωνται Mang. 11 τὸ om. Arm 12 τὸ alterum om. Arm γένος] γένος καὶ Mang., γενόμενον coni. Wendl. (cf. p. 95,4) τὴν τῶν παθῶν Arm 15 ἡρημένος εἰρημένος AP 16 ἑώρακά MArm: ἑώρακέ AP 18 οὗτος τὲ τὸν νοῦν codd., τε seclusi, οὗτος τόν τε νοῦν Maug. 19 κύριος] καὶ P 20 φιλοθέου addidi, φιλοσόφου add. Arm 21 ἑβδόμου addidi 22 κλῆρον prius om. Arm, seclusi 28 μήτε ἀρετῇ μήτε κακία Arm 29 ἑκατέρων Arm ὄντως corr. ex ὄντος P, ὄντος A)

v.1.p.101
γεγύμνωται· ταῦτα γάρ ἐστιν ἐσθήματα ψυχῆς, οἷς σκεπάζεται καὶ συγκρύπτεται, τῆς μὲν σπουδαίας τὸ ἀγαθόν, τῆς δὲ φαύλης τὸ κακόν.

τριχῶς δὲ [καὶ] ψυχὴ γυμνοῦται· ἅπαξ μὲν ὅτε ἄτρεπτος διατελεῖ καὶ πασῶν μὲν ἠρήμωται κακιῶν, πάντα δὲ τὰ πάθη ἀπημφίασται καὶ ἀποβέβληκε. διὰ τοῦτο καὶ „Μωυσῆς ἔξω τῆς παρεμβολῆς πήγνυσι τὴν ἑαυτοῦ σκηνήν, μακρὰν ἀπὸ τῆς παρεμβολῆς, καὶ ἐκλήθη σκηνὴ μαρτυρίου“ (Exod. 33, 7)· τοῦτο δ’ ἐστὶ τοιοῦτον·

ἡ φιλόθεος ψυχὴ ἐκδῦσα τὸ σῶμα καὶ τὰ τούτῳ φίλα καὶ μακρὰν ἔξω φυγοῦσα ἀπὸ τούτων πῆξιν καὶ βεβαίωσιν καὶ ἵδρυσιν ἐν τοῖς τελείοις ἀρετῆς δόγμασι λαμβάνει· διὸ καὶ μαρτυρεῖται ὑπὸ θεοῦ, ὅτι καλῶν ἐρᾷ, „ἐκλήθη γὰρ σκηνὴ μαρτυρίου“ φησί· καὶ τὸν καλοῦντα παρεσιώπησεν, ἵνα συγκινηθεῖσα ἡ ψυχὴ σκέψηται, τίς ὁ μαρτυρῶν ταῖς φιλαρέτοις διανοίαις ἐστί.

τούτου χάριν ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων οὐκ εἰσελεύσεται ἐν τῷ ποδήρει (cf. Lev. 16, 1 ss.), ἀλλὰ τὸν τῆς δόξης καὶ φαντασίας ψυχῆς χιτῶνα ἀποδυσάμενος καὶ καταλιπὼν τοῖς τὰ ἐκτὸς ἀγαπῶσι καὶ δόξαν πρὸ ἀληθείας τετιμηκόσι γυμνὸς ἄνευ χρωμάτων καὶ ἤχων εἰσελεύσεται σπεῖσαι τὸ ψυχικὸν αἷμα καὶ θυμιᾶσαι ὅλον τὸν νοῦν τῷ σωτῆρι καὶ εὐεργέτῃ θεῷ.