Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

γάρ φησιν „ἐστὶν ὀστοῦν ἐκ τῶν ἐμῶν ὀστῶν“ τουτέστι δύναμις ἐκ τῶν ἐμῶν δυνάμεων — ἐπὶ γὰρ δυνάμεως καὶ ἰσχύος νῦν παρείληπται τὸ ὀστέον — καὶ πάθος ἐκ τῶν ἐμῶν παθῶν· „καὶ σὰρξ“ φησίν „ἐκ τῆς σαρκός μου“· πάντα γὰρ ὅσα πάσχει ἡ αἴσθησις, οὐκ ἄνευ νοῦ ὑπομένει, πηγὴ γὰρ οὗτός ἐστιν αὐτῇ

καὶ θεμέλιος ᾧ ἐπερείδεται. ἄξιον δὲ σκέψασθαι, διὰ τί τὸ "νῦν" προσετέθη· „τοῦτο“ γάρ φησι „νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου.“ ἡ αἴσθησις φύσει νῦν ἐστι κατὰ τὸν ἐνεστῶτα χρόνον ὑφισταμένη μόνον. ὁ μὲν γὰρ νοῦς τῶν τριῶν ἐφάπτεται χρόνων, καὶ γὰρ τὰ παρόντα νοεῖ καὶ τῶν παρεληλυθότων μέμνηται καὶ τὰ μέλλοντα προσδοκᾷ·

ἡ δὲ αἴσθησις οὔτε μελλόντων ἀντιλαμβάνεται οὐδ’ ἀνάλογόν τι πάσχει προσδοκίᾳ ἢ ἐλπίδι οὔτε παρεληλυθότων μέμνηται, ἀλλ’ ὑπὸ τοῦ ἤδη κινοῦντος καὶ παρόντος μόνου πάσχειν πέφυκεν, οἷον ὀφθαλμὸς λευκαίνεται νῦν ὑπὸ τοῦ [*](4 δράσαι M 6 ἐναργείας Wendl.: ἐνεργείας codd. 7 ὅρα τῶν M καὶ τῶν ἄλλων Arm 8 καὶ otn. Arm 9 τοῦ τραχέος Arm 10 ἑκάστῃ om. Arm 12 Ἀδάμ alterum om. Arm 15 καὶ] κατὰ Arm 16. 17 καὶ καθ’ ἕξιν] καθ’ ἔξιν καὶ coni. Mang. 19 αὐτοῦ codd. οἰκεῖα M ἐστὶν ὀστοῦν M: ἐστι ante φησιν transp. Arm, ἐστὶν om. AP 22 καὶ et φησίν om. Arm 23 αὐτῆς Arm α 29. 80 προσδοκίαν ἐλπίδος, Α, προσδοκίαν ἐλπίδος P)

v.1.p.99
παρόντος λευκοῦ, ὑπὸ δὲ τοῦ μὴ παρόντος οὐδὲν πάσχει. ὁ δὲ νοῦς καὶ ἐπὶ τῷ μὴ παρόντι κινεῖται, παρεληλυθότι μὲν κατὰ μνήμην, μέλλοντι δὲ ἐπελπίζων καὶ προσδοκῶν.

„ταύτῃ καὶ κληθήσεται γυνή“ (Gen. 2, 23), ἀντὶ τοῦ, διὰ τοῦτο ἡ αἴσθησις γυνὴ προσρηθήσεται, „ὅτι ἐκ τοῦ ἀνδρὸς“ τοῦ κινοῦντος αὐτὴν „λαμβάνεται αὕτη„ φησί. διὰ τί οὖν τὸ „αὕτη“ πρόσκειται; ὅτι ἐστὶν ἑτέρα αἴσθησις, οὐκ ἐκ τοῦ νοῦ λαμβανομένη, ἀλλὰ σὺν αὐτῷ γεγενημένη· δύο γάρ, ὡς εἶπον ἤδη, εἰσὶν αἰσθήσεις, ἡ μὲν καθ’ ἕξιν, ἡ δὲ κατ’ ἐνέργειαν·

ἡ μὲν οὖν καθ’ ἕξιν οὐκ ἐκ τοῦ ἀνδρός, τουτέστι τοῦ νοῦ, λαμβάνεται, ἀλλὰ σὺν αὐτῷ φύεται· ὁ γὰρ νοῦς, καθάπερ ἐδήλωσα, ὅτε ἐγεννᾶτο, σὺν πολλαῖς δυνάμεσι καὶ ἕξεσιν ἐγεννᾶτο, λογικῇ ψυχικῇ φυτικῇ, ὥστε καὶ αἰσθητικῇ· ἡ δὲ κατ’ ἐνέργειαν ἐκ τοῦ νοῦ· ἐκ γὰρ τῆς ἐν νῷ καθ’ ἕξιν οὔσης αἰσθήσεως ἐτάθη, ἵνα γένηται κατ’ ἐνέργειαν, ὥστε ἐξ αὐτοῦ τοῦ νοῦ γεγενῆσθαι τὴν δευτέραν καὶ κατὰ κίνησιν.

μάταιος δὲ ὁ νομίζων πρὸς τὸν ἀληθῆ λόγον ἐκ τοῦ νοῦ τι συνόλως γεννᾶσθαι ἢ ἐξ ἑαυτοῦ. οὐχ ὁρᾷς ὅτι καὶ τῇ ἐπὶ τῶν εἰδώλων καθεζομένῃ αἰσθήσει τῇ Ῥαχὴλ νομιζούσῃ ἐκ τοῦ νοῦ τὰ κινήματα εἶναι ἐπιπλήττει ὁ βλέπων; ἡ μὲν γάρ φησι· „δός μοι τέκνα, εἰ δὲ μή, τελευτήσω ἐγώ“ (Gen. 30, 1)· ὁ δὲ ἀποκρίνεται ὅτι, ὦ ψευδοδοξοῦσα, οὐκ ἔστιν ὁ νοῦς αἴτιον οὐδενός, ἀλλ’ ὁ πρὸ τοῦ νοῦ θεός· διὸ καὶ ἐπιφέρει· „μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας“ (ibid. 2) ;

ὅτι δὲ ὁ γεννῶν ὁ θεός ἐστι, μαρτυρήσει ἐπὶ τῆς Λείας, ὅταν φῇ· „ἰδὼν δὲ κύριος ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς, Ῥαχὴλ δὲ ἦν στεῖρα" (Gen. 29, 31). ἀνδρὸς δὲ ἴδιον τὸ μήτραν ἀνοιγνύναι. φύσει δὲ μισεῖται παρὰ τῷ θνητῷ γένει ἡ ἀρετή, διὸ καὶ ὁ θεὸς αὐτὴν τετίμηκε καὶ παρέχει τὰ πρωτοτόκια τῇ μισουμένῃ.

λέγει δ’ ἐν ἑτέροις· „ἐὰν δὲ γένωνται ἀνθρώπῳ δύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη καὶ μία αὐτῶν μισουμένη, καὶ τέκωσιν αὐτῷ καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης, ... οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης, ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον“ (Deut. 21, 15. 16)· πρώτιστα γάρ [*](3 ταύτη codd.: αὕτη v (sic Arm et LXX) καὶ om. Arm (= LXX) 4 διὰ om. Arm ὃ τοῦ νοῦ κινοῦντος coni. Mang. 8 εἰσὶν om. Arm 11 ψυχικῇ Hoeschel: ψυχὴ codd. et Arm 12 ἐν νῷ Arm: ἐν τῶ codd. 14 καὶ om. Arm 15 πρὸς] καὶ πρὸς Arm, παρὰ coni. Wendl. 17 γεννήματα coni. Mang. 18 μή, μὴ A, μή, (??)P 19 ὅτι om. Arm 22 τὸ ἐπὶ Arm ὅταν φῇ om. Arm 23 ‘Pαχὴλ δὲ ἧν στεῖρα om. Arm 25 θνητῷ γένει Arm (coni. Mang.): γένει om. codd. 26 δὲ om. Arm 28 καὶ τέκωσιν — τῆς μισουμένης om. Arm γένηται LXX: γενήσεται codd. 30 τῆς μισουμένης τὸν πρωτότοκον Arm (= LXX): τὸν π. τῆς μ. codd. 7*)

v.1.p.100
ἐστι καὶ τελειότατα τὰ τῆς μισουμένης | ἀρετῆς γεννήματα, τὰ δὲ τῆς ἀγαπωμένης ἡδονῆς ἔσχατα.