Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
  2. πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
  3. εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
  4. νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
  5. καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·
  6. δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  7. εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
  8. ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα
  9. πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
  10. ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  11. καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
  12. ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες
  13. υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη
  14. θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
  15. καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  16. ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
  17. δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους
  18. πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.
  19. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  20. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
  21. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  22. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  23. ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,
  24. ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·
  25. πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
  26. ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
  27. οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,
  28. ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
  29. ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
  30. πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
  31. κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
  32. δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
  33. ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
  34. ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.
  35. κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι
  36. σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
  37. ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,
  38. μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν
  39. Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
  40. τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
  41. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
  42. σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.
  43. κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
  44. βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.
  45. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  46. νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,
  47. ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
  48. ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,
  49. πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.
  50. ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα
  51. βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.
  52. πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
  53. ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.
  54. τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,
  55. ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·
  56. τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.
  57. κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
  58. τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·
  59. ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.
  60. τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον
  61. μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·
  62. κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
  63. αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
  64. κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,
  65. πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.
  66. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  67. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  68. μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
  69. οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
  70. νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,
  71. ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
  72. ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων
  73. χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.
  74. ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
  75. Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν
  76. χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
  77. Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
  78. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  79. πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
  80. κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
  81. αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.
  82. ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
  83. δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
  84. καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
  85. αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
  86. Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,
  87. ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
  88. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
  89. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν
  90. ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
  91. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  92. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  93. ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
  94. φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·
  95. νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
  96. πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  97. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  98. πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
  99. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
  100. κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
  101. Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
  102. κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
  103. Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.
  104. βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,
  105. μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
  106. ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
  107. Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
  108. Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε
  109. Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·
  110. ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,
  111. Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  112. πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.
  113. ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
  114. Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.