Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
  2. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες
  3. καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·
  4. τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
  5. ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
  6. τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.
  7. οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
  8. τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
  9. ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
  10. δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
  11. πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
  12. αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,
  13. τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
  14. δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον
  15. οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
  16. μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
  17. αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
  18. δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
  19. οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
  20. ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
  21. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  22. Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
  23. αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
  24. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
  25. στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·
  26. δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
  27. εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·
  28. οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,
  29. ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
  30. ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.
  31. σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
  32. νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
  33. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  34. Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
  35. κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
  36. ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
  37. νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
  38. ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
  39. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
  40. οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
  41. ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,
  42. ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
  43. ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
  44. φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
  45. κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.
  46. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  47. ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
  48. οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
  49. ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.
  50. ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
  51. ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν
  52. τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει
  53. αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
  54. ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
  55. ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
  56. ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
  57. ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
  58. οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.
  59. ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
  60. εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,
  61. ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω
  62. ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
  63. νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
  64. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
  65. ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
  66. θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
  67. ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
  68. μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
  69. ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
  70. τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
  71. βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ
  72. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
  73. λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων
  74. ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη
  75. ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  76. καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
  77. ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
  78. ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·
  79. οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
  80. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  81. χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
  82. καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
  83. τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
  84. ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
  85. τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
  86. δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
  87. ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
  88. πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
  89. ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
  90. ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
  91. ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
  92. δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
  93. τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
  94. ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
  95. πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
  96. εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
  97. πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
  98. ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
  99. ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
  100. οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
  101. δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
  102. τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
  103. ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
  104. ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
  105. οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
  106. οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
  107. τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
  108. ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
  109. ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
  110. δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
  111. οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
  112. Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
  113. κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
  114. ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.