Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.
  2. ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
  3. τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
  4. τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,
  5. ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν
  6. ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.
  7. ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
  8. παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·
  9. ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα
  10. σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι
  11. πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
  12. τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
  13. ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
  14. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
  15. καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
  16. εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
  17. σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,
  18. ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
  19. αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
  20. πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,