Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
- φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
- πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες
- αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,
- αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν
- ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·
- καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
- ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
- νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες
- ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη
- ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
- ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
- τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
- ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,
- ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
- συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
- τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει
- χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ
- Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
- ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,