Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.
  2. ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,
  3. καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
  4. οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·
  5. θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·
  6. Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,
  7. σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας
  8. τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν
  9. ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
  10. κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·
  11. αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι
  12. θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.
  13. ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν
  14. πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  15. ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
  16. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
  17. καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·
  18. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  19. Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
  20. ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,