Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ
  2. ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.
  3. εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον,
  4. οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης
  5. στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
  6. ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη.
  7. τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  8. Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ ἠβαιόν·
  9. τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι
  10. πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.
  11. ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·
  12. εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.
  13. λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·
  14. ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.
  15. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  16. Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν;
  17. οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·
  18. αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.
  19. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  20. Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,