Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω
  2. οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.
  3. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  4. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  5. ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,
  6. ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι
  7. δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον.
  8. οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,
  9. χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.
  10. πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν
  11. ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
  12. κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν
  13. πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·
  14. δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
  15. χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα
  16. Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·
  17. εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·
  18. τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
  19. αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,
  20. δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου