Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
  2. μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
  3. ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  4. Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
  5. μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·
  6. παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
  7. μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
  8. οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.
  9. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
  10. ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
  11. ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
  12. χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·
  13. μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
  14. ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
  15. ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
  16. ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
  17. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  18. Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
  19. χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
  20. ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,