Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
  2. ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
  3. οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
  4. κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
  5. ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
  6. δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
  7. οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,
  8. ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·
  9. οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
  10. μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.
  11. ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
  12. ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
  13. αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
  14. νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.
  15. ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη
  16. Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
  17. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  18. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
  19. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
  20. μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα