Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
  2. ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
  3. ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
  4. οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.
  5. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  6. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
  7. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
  8. κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
  9. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
  10. αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων
  11. ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.
  12. κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
  13. ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
  14. χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
  15. καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  16. λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
  17. ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,
  18. ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
  19. φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
  20. καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·