Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·
  2. ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
  3. πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
  4. χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
  5. ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
  6. Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
  7. ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·
  8. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
  9. ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·
  10. τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
  11. ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
  12. τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
  13. ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·
  14. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
  15. χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
  16. αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·
  17. νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε
  18. ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι
  19. χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
  20. αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
  21. αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
  22. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  23. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  24. ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
  25. θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
  26. αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
  27. ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
  28. μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
  29. ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
  30. εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
  31. καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι
  32. Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
  33. τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης
  34. φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
  35. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
  36. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  37. φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
  38. οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
  39. μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
  40. ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
  41. πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
  42. ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
  43. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  44. ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  45. φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
  46. εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
  47. ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
  48. πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
  49. οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
  50. αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
  51. καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
  52. σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.
  53. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  54. καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
  55. ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω
  56. αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
  57. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  58. ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
  59. κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
  60. ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
  61. ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
  62. κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,
  63. ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
  64. σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
  65. αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
  66. ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
  67. παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
  68. δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
  69. πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
  70. ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
  71. πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
  72. ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
  73. ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
  74. Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
  75. ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
  76. ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.
  77. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  78. τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
  79. ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
  80. πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
  81. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  82. μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.
  83. αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
  84. κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος
  85. ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.
  86. ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,
  87. ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·
  88. ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει
  89. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  90. ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
  91. κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
  92. ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
  93. πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
  94. κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·
  95. ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
  96. ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
  97. ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο,
  98. ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
  99. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
  100. τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα
  101. ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος.
  1. αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
  2. χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη
  3. πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα
  4. κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.
  5. τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ αὐλὴ
  6. ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
  7. καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης
  8. αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
  9. νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
  10. ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·
  11. σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
  12. πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·
  13. ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
  14. πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ
  15. πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
  16. θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον,
  17. πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες
  18. ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης
  19. αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·
  20. οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
  21. πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
  22. τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
  23. αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
  24. τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι
  25. ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,
  26. οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
  27. σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
  28. ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
  29. ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.
  30. οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς
  31. ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
  32. ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος·
  33. ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
  34. ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
  35. τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
  36. πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·
  37. ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο
  38. ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
  39. καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·
  40. ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
  41. ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
  42. ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
  43. πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
  44. εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
  45. ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,
  46. σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,
  47. εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.
  48. ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός,
  49. εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας,
  50. ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,
  51. αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς
  52. ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  53. Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι
  54. ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.
  55. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  56. ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι,
  57. ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
  58. ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε
  59. γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν
  60. αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες
  61. οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,
  62. ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,
  63. οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,
  64. οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,
  65. ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ,
  66. ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.
  67. τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα·
  68. ἀλλʼ ὄλεθʼ—ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι
  69. πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε·
  70. καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς
  71. Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
  72. ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,
  73. βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
  74. ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,
  75. εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν.
  76. ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ
  77. θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν·
  78. ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
  79. αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·
  80. ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,
  81. χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
  82. οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.
  83. οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
  84. ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.
  85. καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης
  86. ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,
  87. πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
  88. καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
  89. οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,
  90. κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως
  91. μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι
  92. κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.
  93. ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
  94. οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·
  95. οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
  96. ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση
  97. ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης
  98. οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν
  99. ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.
  100. δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,
  101. τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν
  102. βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
  103. ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα
  104. ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.
  105. τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,
  106. ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
  107. αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
  108. καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.
  109. ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον
  110. ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
  111. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
  112. καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,
  113. οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,
  114. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  115. ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
  116. ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
  117. φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
  118. εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
  119. Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  120. εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.
  121. τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·
  122. ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  123. ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
  124. ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
  125. ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
  126. ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
  127. ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
  128. ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
  129. καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
  130. ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.
  131. αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.
  132. εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
  133. τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ
  134. ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·
  135. ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ
  136. κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
  137. ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω
  138. πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον
  139. ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,
  140. οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
  141. οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.
  142. οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
  143. ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
  144. ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
  145. τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν
  146. αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·
  147. ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
  148. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  149. ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα
  150. κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·
  151. ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
  152. ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω
  153. αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·
  154. ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·
  155. πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.
  156. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
  157. γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
  158. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
  159. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
  160. ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
  161. τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.
  162. τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,
  163. οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου
  164. ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
  165. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  166. ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,
  167. οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος
  168. πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων
  169. μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν
  170. ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
  171. ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς
  172. ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια
  173. Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.
  174. νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς,
  175. Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,
  176. καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα
  177. πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,
  178. τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας
  179. ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  180. ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ
  181. οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται
  182. νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.
  183. ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ
  184. ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.
  185. ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες
  186. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
  187. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  188. ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
  189. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  190. οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  191. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  192. τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
  193. εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
  194. ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,
  195. δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·
  196. ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
  197. οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,
  198. ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
  199. ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
  200. ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι
  201. υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο
  202. γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ
  203. παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
  204. Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι
  205. ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
  206. ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.
  207. ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
  208. εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο
  209. παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
  210. αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.
  211. ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
  212. εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα
  213. οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν
  214. ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα
  215. γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.
  216. ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη
  217. καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε
  218. ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,
  219. οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,
  220. ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
  221. ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.
  222. τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν
  223. οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,
  224. ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
  225. καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,
  226. λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.
  227. αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·
  228. ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
  229. πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
  230. εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
  231. ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.
  232. τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω
  233. λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα
  234. δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
  235. ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
  236. ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,
  237. δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα
  238. νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος
  239. ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.
  240. ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,
  241. τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
  242. οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.
  243. αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·
  244. μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν
  245. κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα
  246. Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,
  247. νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.
  248. ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.
  249. ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
  250. δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον
  251. θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
  252. ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
  253. ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
  254. ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι
  255. νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι
  256. ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
  257. πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,
  258. στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
  259. ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
  260. αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
  261. ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·
  262. οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
  263. αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
  264. πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
  265. αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
  266. οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
  267. ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
  268. χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
  269. φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
  270. μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
  271. ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
  272. τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
  273. αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα
  274. ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
  275. αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο—
  276. αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
  277. καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·