Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
  2. οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
  3. ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
  4. ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
  5. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
  6. φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
  7. οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
  8. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  9. δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·