Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  2. Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,
  3. ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.
  4. ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι
  5. φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα
  6. ἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
  7. σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω·
  8. σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,
  9. ἀλκὴν δʼ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.
  10. δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν
  11. ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;
  12. εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι
  13. ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης
  14. ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.
  15. ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ
  16. εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ
  17. φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
  18. νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ
  19. Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.
  20. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
  21. μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
  22. τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ·
  23. Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,
  24. καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.
  25. οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,
  26. οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων.
  27. ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης
  28. ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις
  29. Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.
  30. ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,
  31. ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι
  32. μῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων.
  33. ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος
  34. ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
  35. ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
  36. δόρπά τʼ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι
  37. λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.
  38. κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα
  39. Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.
  40. δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.
  41. πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν
  42. ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσι·
  43. πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις.
  44. πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην
  45. βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς
  46. ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν
  47. καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;
  48. νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.
  49. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
  50. ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο
  51. ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,
  52. ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος
  53. ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε,
  54. ἠδʼ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.
  55. ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ
  56. κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες·
  57. κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες·
  58. ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.
  59. Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν
  60. ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.
  61. οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  62. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  63. τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
  64. Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
  65. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  66. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  67. ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν
  68. λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε
  69. σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.
  70. τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι,
  71. κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ
  72. εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ.
  73. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
  74. οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει
  75. οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν
  76. ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην
  77. χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας
  78. οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε
  79. πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
  80. εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,
  81. ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν
  82. φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν
  83. δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.
  84. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  85. ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·
  86. ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν
  87. λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,
  88. ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.
  89. ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,
  90. ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα.
  91. ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω
  92. ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
  93. αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους
  94. πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
  95. οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,
  96. οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
  97. ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.
  98. δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
  99. Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς
  100. ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.
  101. τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων
  102. κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι
  103. μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,
  104. ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.
  105. ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
  106. ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,
  107. νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω
  108. εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,
  109. Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,
  110. αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
  111. εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
  112. γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,
  113. ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
  114. τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
  115. Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
  116. τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω
  117. πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω
  118. πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
  119. ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα
  120. Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
  121. Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον
  122. καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
  123. πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
  124. ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
  125. οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι
  126. καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
  127. ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.
  128. δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος,
  129. τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων·
  130. καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι
  131. ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.
  132. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  133. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  134. δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·
  135. ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα
  136. ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.
  137. εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.
  138. Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,
  139. αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·
  140. κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων.
  141. φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,
  142. ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.
  143. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.
  144. αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  145. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  146. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
  147. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
  148. ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.
  149. τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ
  150. δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,
  151. πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.
  152. τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
  153. πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ
  154. ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.
  155. Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
  156. τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ
  157. καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν,
  158. τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·
  159. τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν.
  160. Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,
  161. δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,
  162. τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,
  163. στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς
  164. αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.
  165. ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.
  166. τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  167. χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,
  168. οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.
  169. ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,
  170. εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.
  171. αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·
  172. μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,
  173. ζωρότερον δὲ κέραιε, δέπας δʼ ἔντυνον ἑκάστῳ·
  174. οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.
  175. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ.
  176. αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,
  177. ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός,
  178. ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.
  179. τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς.
  180. καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε,
  181. πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.
  182. αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,
  183. ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,
  184. πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.
  185. αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,
  186. Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
  187. καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
  188. αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο
  189. τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει
  190. Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς.
  191. οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  192. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  193. νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς,
  194. πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα·
  195. χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς
  196. ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο
  197. ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ
  198. δαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,
  199. ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες
  200. δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι
  201. νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.
  202. ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο
  203. Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι
  204. κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ
  205. σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
  206. Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων
  207. ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων
  208. μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει
  209. ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν.
  210. ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν·
  211. στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα
  212. αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς
  213. δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.
  214. ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς
  215. ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη
  216. φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
  217. ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν
  218. τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
  219. αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχος
  220. ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν
  221. φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.
  222. ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς
  223. ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·
  224. τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη
  225. δώσουσʼ αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν
  226. ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·
  227. ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον
  228. τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
  229. ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν
  230. παύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνων
  231. ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.
  232. εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω
  233. ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρʼ Ἀγαμέμνων·
  234. ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
  235. αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους
  236. πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
  237. οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο
  238. οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
  239. ὅσσʼ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.
  240. δώσει δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
  241. Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς
  242. ἐξέλεθʼ, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.
  243. τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα
  244. κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται
  245. μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι
  246. ἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν.
  247. ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
  248. ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,
  249. νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι
  250. εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,
  251. Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,
  252. αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
  253. εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
  254. γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ,
  255. ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
  256. τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
  257. Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
  258. τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι
  259. πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει
  260. πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
  261. ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα
  262. Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
  263. Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον
  264. καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
  265. πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
  266. ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
  267. οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι
  268. καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
  269. ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.
  270. εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον
  271. αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς
  272. τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς
  273. τίσουσʼ· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·
  274. νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι
  275. λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον
  276. οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.
  277. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  278. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  279. χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,
  280. ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,
  281. ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.
  282. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν
  283. ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
  284. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
  285. οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω
  286. οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
  287. μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
  288. ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·
  289. ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·
  290. κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.
  291. οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ
  292. αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.
  293. ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
  294. μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ,
  295. ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,
  296. ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων
  297. ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.
  298. δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,
  299. πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·
  300. τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ
  301. ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον
  302. Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι
  303. δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν.
  304. ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·
  305. τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν
  306. εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων
  307. τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν
  308. Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας
  309. Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;
  310. ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων
  311. Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων
  312. τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν
  313. ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.
  314. νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε
  315. μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.
  316. ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι
  317. φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.
  318. ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,
  319. καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ
  320. εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·
  321. ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο
  322. ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον
  323. οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,
  324. ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·
  325. ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.
  326. νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ
  327. αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι
  328. νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,
  329. ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
  330. ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας
  331. νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·
  332. εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος
  333. ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.
  334. ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·
  335. ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν
  336. ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον
  337. ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,
  338. αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων
  339. Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω
  340. ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ
  341. εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν
  342. αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε
  343. τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·
  344. οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·
  345. ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις
  346. ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος
  347. ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.
  348. ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.
  349. οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη
  350. ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,
  351. οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας
  352. Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,
  353. αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας
  354. ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·
  355. οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,
  356. οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων
  357. πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.
  358. κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,
  359. οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,
  360. ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·
  361. οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω,
  362. ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.
  363. ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι,
  364. Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.
  365. πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε
  366. κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,
  367. τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.
  368. ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ
  369. γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν
  370. κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·
  371. οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν
  372. Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον
  373. τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
  374. οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
  375. Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.
  376. ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,
  377. κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,
  378. ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ
  379. οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.
  380. μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα
  381. διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.
  382. εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,
  383. ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·
  384. εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,
  385. ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν
  386. ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.
  387. καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην
  388. οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
  389. Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
  390. χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
  391. ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν
  392. ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·
  393. ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,
  394. ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν
  395. νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη
  396. ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·
  397. Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω,
  398. ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται
  399. αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.
  400. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
  401. μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·
  402. ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ
  403. δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·
  404. εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ
  405. βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι
  406. πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,
  407. πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην
  408. οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς
  409. ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε
  410. νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο
  411. οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.
  412. τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,
  413. μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.
  414. ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι
  415. λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς
  416. γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,
  417. οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα
  418. φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,
  419. ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,
  420. τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν
  421. μητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων
  422. παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.
  423. τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς
  424. πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,
  425. μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν
  426. ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς
  427. Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.
  428. [*](This edition omits lines 458-461.)
  429. ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς
  430. πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.
  431. ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες
  432. αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,
  433. πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
  434. ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ
  435. εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,
  436. πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.
  437. εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·
  438. οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη
  439. πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς,
  440. ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.
  441. ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,
  442. καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας
  443. ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς
  444. ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.
  445. φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο,
  446. Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων
  447. ἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο,
  448. καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ
  449. μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,
  450. καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·
  451. ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.
  452. καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
  453. ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ
  454. οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι,
  455. πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας
  456. ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.
  457. πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα
  458. οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.
  459. ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
  460. τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον
  461. ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
  462. ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.
  463. ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ
  464. νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,
  465. τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.
  466. καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι
  467. λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι
  468. λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.
  469. καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο
  470. χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ,
  471. αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι.
  472. ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας
  473. πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν
  474. βλάπτουσʼ ἀνθρώπους· αἳ δʼ ἐξακέονται ὀπίσσω.
  475. ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,
  476. τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο·
  477. ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,
  478. λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι
  479. τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.
  480. ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι
  481. τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.
  482. εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι
  483. Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,
  484. οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην
  485. Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·
  486. νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη,
  487. ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους
  488. κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ
  489. φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς
  490. μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
  491. οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν
  492. ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι·
  493. δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι.
  494. μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε
  495. ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.
  496. Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι
  497. ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,
  498. Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,
  499. Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.
  500. καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε
  501. χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς
  502. Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας,
  503. οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.
  504. ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ.
  505. ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα
  506. ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,
  507. ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·
  508. πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ
  509. αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.
  510. τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος
  511. πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας
  512. καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·
  513. τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς.
  514. ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν
  515. ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,
  516. Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.
  517. ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,
  518. τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο
  519. τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·
  520. ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων
  521. οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,
  522. ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ
  523. κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ
  524. κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης
  525. Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν
  526. τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον
  527. Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,
  528. τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ
  529. Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς
  530. μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα
  531. κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·
  532. τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων
  533. ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι
  534. πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο,
  535. πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία
  536. κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν
  537. πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,
  538. παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς
  539. ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.
  540. τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει
  541. πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες
  542. Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,
  543. ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·
  544. ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,
  545. ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι
  546. πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,
  547. ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.
  548. πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς
  549. οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο
  550. σείων κολλητὰς σανίδας γουνούμενος υἱόν·
  551. πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ
  552. ἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι,
  553. οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·
  554. ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,
  555. πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων
  556. βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.
  557. καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις
  558. λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα
  559. κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·
  560. ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
  561. τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.
  562. τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,
  563. βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.
  564. ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ
  565. εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν
  566. πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως.
  567. ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων
  568. ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη
  569. νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων
  570. ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.
  571. εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς
  572. οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.
  573. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  574. Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης
  575. χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,
  576. ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ
  577. ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
  578. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
  579. μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων
  580. Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ
  581. τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.
  582. καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ·
  583. ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
  584. οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων
  585. εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι
  586. φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν.
  587. ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ
  588. Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα
  589. ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας
  590. ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·
  591. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  592. ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
  593. τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα
  594. χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα
  595. οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς
  596. ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν
  597. σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων
  598. τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων
  599. νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος
  600. ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·
  601. καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας,
  602. τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ
  603. ποινὴν δεξαμένῳ· σοὶ δʼ ἄληκτόν τε κακόν τε
  604. θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης
  605. οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας,
  606. ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν,
  607. αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν
  608. πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων
  609. κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.
  610. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  611. Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
  612. πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·
  613. ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων
  614. μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν
  615. Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.
  616. ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·
  617. οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος
  618. πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
  619. Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι
  620. κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.
  621. ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ
  622. Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.
  623. ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον
  624. σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς.
  625. Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε
  626. Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.
  627. αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε
  628. κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.
  629. ἔνθʼ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.
  630. αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·
  631. τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,
  632. Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.
  633. Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷ
  634. Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς
  635. Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.
  636. οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο.
  637. τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
  638. δειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τʼ ἐρέοντο·
  639. πρῶτος δʼ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  640. εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
  641. ἤ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,
  642. ἦ ἀπέειπε, χόλος δʼ ἔτʼ ἔχει μεγαλήτορα θυμόν;
  643. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  644. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  645. κεῖνός γʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον
  646. πιμπλάνεται μένεος, σὲ δʼ ἀναίνεται ἠδὲ σὰ δῶρα.
  647. αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν
  648. ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·
  649. αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφι
  650. νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν ἀμφιελίσσας.
  651. καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι
  652. οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
  653. Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
  654. χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
  655. ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν, οἵ μοι ἕποντο,
  656. Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.
  657. Φοῖνιξ δʼ αὖθʼ ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,
  658. ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται
  659. αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει.
  660. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
  661. μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε.
  662. δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·
  663. ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  664. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  665. μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα
  666. μυρία δῶρα διδούς· ὃ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως·
  667. νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.
  668. ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν
  669. ἦ κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μιν
  670. θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.
  671. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·